Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-8
Not analysed yet
Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, ἀλλὰ πρὸς τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματικῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυμίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώμεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι διαλέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσαμεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ' εἰς τὸν περὶ τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύντες, ὅτι τὴν κατ' αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρωπος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη. Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ' ἵνα ὑμῖν σαφὴς ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξάμενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα. Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστὶν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμενος ὁ μακάριος οὗτος προφήτης, ἀπόῤῥητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· Ποιήσωμεν ἄνθρωπον, καὶ βουλὴν, ὡς εἰπεῖν, καὶ σκέψιν προσέθηκεν ὁ τῶν ἁπάντων δημιουργὸς, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλοντος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρίζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενος ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, εἰπών· Ποιήσωμεν ἄνθρωπον, νῦν λέγει· Καὶ ἀρχέτωσαν; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἦ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν. Ὁρᾷς ὅπως οὐδέν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εἰκῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν.