Ancient Greek
ΟΜΙΛΙΑ ΙΑʹ Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-11
Not analysed yet
Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον τοῦτον ἐκτείνω τὸν λόγον, ἔξεστιν ὑμῖν συνετοῖς οὖσι τὰ λοιπὰ ἅπαντα ἀναλέγεσθαι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας τροφῆς τοῦτο μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἀλόγων. Καὶ δυνήσεσθε, εἰ βουληθείητε, καὶ ἐκ πολλῶν ἑτέρων διερευνώμενοι καταμαθεῖν τοῦ ἀριστοτέχνου Θεοῦ τὴν ἄφατον σοφίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, καὶ ὡς ἕκαστον τῶν γεγενημένων λόγῳ τινὶ παρήχθη. Κατὰ τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ καιροῦ τῆς ἁγίας Τεσσαρακοστῆς εὑρήσομεν νῦν ἡμῖν διατετυπωμένον. Καθάπερ γὰρ ἐν ταῖς λεωφόροις εἰσὶ σταθμοὶ καὶ καταγώγια, ὥστε τοὺς ὁδίτας κεκμηκότας διαναπαύεσθαι, καὶ τῶν πόνων λήγοντας, οὕτω πάλιν ἅπτεσθαι τῆς ὁδοιπορίας, καὶ ἐν τῇ θαλάσσῃ δὲ ἀκταὶ καὶ αἰγιαλοὶ καὶ λιμένες εἰσὶν, ὥστε κἀκεῖ τοὺς ναυτιλλομένους μετὰ τὸ πολλὰ κύματα διαδραμεῖν, καὶ πρὸς τὰς τῶν ἀνέμων ἐμβολὰς ἀντιστῆναι, μικρὸν ἀνεθέντας, οὕτω πάλιν τῆς ναυτιλίας ἅπτεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπὶ τῆς ἁγίας Τεσσαρακοστῆς, τοῖς τὸν δρόμον τῆς νηστείας καταδεξαμένοις, καθάπερ σταθμοὺς, καὶ καταγώγια, καὶ ἀκτὰς, καὶ αἰγιαλοὺς, καὶ λιμένας, τὰς δύο ταύτας ἡμέρας τῆς ἑβδομάδος βραχύ τι διαναπαύεσθαι κεχάρισται ὁ Δεσπότης, ἵνα καὶ τὸ σῶμα μικρὸν ἀνέντες ἀπὸ τῶν πόνων τῆς νηστείας, καὶ τὴν ψυχὴν παραμυθησάμενοι, πάλιν παρελθουσῶν τῶν δύο τούτων ἡμερῶν, τῆς αὐτῆς ὁδοῦ μετὰ προθυμίας ἅπτωνται οἱ τὴν καλὴν ταύτην καὶ ἐπωφελῆ ὁδοιπορίαν ποιούμενοι. Φέρε οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῆς ἀνέσεώς ἐστιν ἡμέρα σήμερον, παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα κέρδη μετὰ ἀσφαλείας φυλάττειν, ἵνα μικρὸν διαναπαυσάμενοι, πάλιν προσθήκην ἐργάσησθε τοῖς προλαβοῦσι, καὶ οὕτω κατὰ μικρὸν μεγάλην τὴν ἐμπορίαν ἑαυτοῖς κατασκευάσαντες, οὕτως εἰς τὴν κυρίαν ἡμέραν ἀπαντήσητε, καὶ πεπληρωμένην ὑμῶν τὴν ὁλκάδα τὴν πνευματικὴν εἰς τὸν λιμένα τῆς ἁγίας ἑορτῆς εἰσαγάγητε. Ὥσπερ γὰρ τὰ παρὰ τοῦ Δεσπότου γεγενημένα ἅπαντα, καθάπερ ὁ λόγος ἀπέδειξε, καὶ ἡ τῶν πραγμάτων διδάσκει μαρτυρία, λόγῳ τινὶ δεδημιούργηται, χρείαν ἀναγκαίαν ἀποπληροῦντα· οὕτω καὶ τὰ παρ' ἡμῶν γινόμενα προσήκει μὴ ἁπλῶς, μηδὲ μάτην γίνεσθαι, ἀλλ' ἐπ' ὠφελείᾳ καὶ κέρδει τῆς σωτηρίας τῆς ἡμετέρας. Εἰ γὰρ οἱ τὰ βιωτικὰ μετιόντες πράγματα οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι ἡμῖν κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ποιεῖσθαι ἐπιμέλειαν τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας, οὐδὲ τῆς ἀσιτίας, ἣν ὑπομένομεν, μάλιστα εἰ φαινοίμεθα ἐλάττους τῶν περὶ τὴν συλλογὴν τῶν χρημάτων τοσαύτην σπουδὴν ποιουμένων· εὑρήσεις γὰρ ἕκαστον ἐκείνων πᾶσαν ἀγρυπνίαν ἐπιδεικνύμενον, ὥστε ἐφ' ἑκάστης ἡμέρας προστιθέναι τοῖς προτέροις, καὶ οὐδέποτε κόρον λαμβάνοντα, ἀλλ' ὅσῳ ἂν αὔξηται αὐτῷ τὰ τῆς περιουσίας, τοσούτῳ μᾶλλον καὶ τὴν ἐπιθυμίαν καὶ τὴν σπουδὴν ἐκτεινομένην. Εἰ τοίνυν ἔνθα καὶ τὰ τῆς σπουδῆς ἀνόνητα, καὶ τὰ τῆς περιουσίας πολλάκις πολλὴν ἐργάζεται τῇ τῆς ψυχῆς σωτηρίᾳ τὴν λύμην, τοσαύτην ἐπιδείκνυται τὴν ἀγρυπνίαν, πῶς τοῦτο μᾶλλον οὐχὶ ποιεῖν χρὴ, ἔνθα πολλὴ ἀπὸ τῆς σπουδῆς ἡ ὠφέλεια, καὶ ἄφατος ὁ μισθὸς, καὶ τὸ κέρδος ἄπειρον; Ἐκεῖ μὲν γὰρ καὶ μετὰ τούτων ἁπάντων πολλὴ ἡ ἀδηλία· ἀβέβαιος γὰρ τῶν χρημάτων ἡ κτῆσις· οὐκ ἐπειδὴ μόνον, τῆς τελευτῆς ἐπιστάσης, ἐνταῦθα μένοντα, οὐδεμίαν ὄνησιν παρέχει τῷ ταῦτα συνάγοντι, ἀλλ' ὅτι καὶ τῶν χρημάτων ὧδε μενόντων τὰς ὑπὲρ τούτων εὐθύνας μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαιτεῖσθαι ἀναγκάζεται. Ἔστι καὶ ὅτε πολλάκις καὶ πρὸ τῆς τελευτῆς μετὰ τοὺς πολλοὺς πόνους, καὶ τοὺς ἱδρῶτας, καὶ τὰς ταλαιπωρίας, καθάπερ καταιγίδος τινὸς προσπεσούσης τῆς τῶν πραγμάτων περιστάσεως, ἀθρόον ὁ πολλὴν τὴν περιουσίαν τοῦ πλούτου κεκτημένος, τῶν σφόδρα πενήτων γέγονε πενέστερος. Καὶ ταῦτα καθ' ἑκάστην ἡμέραν ἔστιν ἰδεῖν συμβαίνοντα. Ἐπὶ μέντοι τῆς πνευματικῆς ἐμπορίας οὐδὲν ἔστι τοιοῦτον δεῖσαί ποτε· αὕτη γὰρ βεβαία μένει καὶ ἀκίνητος, καὶ ἔνθα μάλιστα χρῄζομεν αὐτῆς, ἐκεῖ πολλὴν ἡμῖν παρέχει τὴν ἐξ αὐτῆς παραμυθίαν.