Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΙΑʹ Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-10
Not analysed yet
Οἶδα ὅτι κατέτεινα ὑμῶν τὸν λογισμὸν ἐν ταῖς παρελθούσαις ἡμέραις τοῖς βαθυτέροις νοήμασι· διὰ τοῦτο βούλομαι σήμερον ἀφελεστέραν ὑμῖν παραθεῖναι διδασκαλίαν. Καθάπερ γὰρ τὸ σῶμα ὑπὸ τῆς νηστείας κατεσκληκὸς δεῖται μικρᾶς ἀνέσεως, ἵν' οὕτω πάλιν ἀκμαζούσῃ τῇ προθυμίᾳ πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ἐπαποδύσηται· οὕτω καὶ ἡ ψυχὴ χρῄζει διαναπαύεσθαι καὶ ἀνίεσθαι. Οὔτε γὰρ ἀεὶ κατατείνειν χρὴ, οὔτε δὲ ἀνιέναι, ἀλλὰ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιεῖν, καὶ οὕτως ἡνιοχεῖν καὶ τῆς ψυχῆς τὴν κατάστασιν, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα. Ὥσπερ γὰρ τὸ ἀεὶ κατατείνειν τοῖς πόνοις ἀποκναίειν ποιεῖ καὶ ἀναπίπτειν· οὕτω τὸ διηνεκῶς ἀνιέναι εἰς ῥᾳθυμίαν ἄγει. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς, καὶ ἐπὶ τοῦ σώματος συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο πανταχοῦ ἡ συμμετρία καλόν. Καὶ τοῦτο αὐτὸ διδάσκει ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, καὶ δι' αὐτῶν τῶν δημιουργημάτων, ἃ πρὸς τὴν ἡμετέραν σύστασιν παρήγαγε. Καὶ ἵνα μάθητε, ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς, τοῦ φωτὸς λέγω καὶ τοῦ σκότους, τὸν λόγον γυμνάσωμεν. Ἐπειδὴ γὰρ τὴν μὲν ἡμέραν ἀφώρισεν ἐπ' ἐργασίᾳ τῇ τῶν ἀνθρώπων φύσει, τὸ δὲ τῆς νυκτὸς σκότος εἰς ἄνεσιν καὶ ἀνακωχὴν τῶν πόνων, μέτρα καὶ ὅρους ἑκατέροις ἔπηξεν, ὥστε καὶ ἅπαντας ἡμᾶς τῆς ἐκεῖθεν εὐεργεσίας ἀπολαύειν. Ὅτι γὰρ τὸ φῶς τῆς ἡμερινῆς ἐργασίας ἐστὶ καιρὸς, ἄκουε τοῦ Δαυῒδ λέγοντος, Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Καὶ καλῶς εἶπεν, Ἕως ἑσπέρας· καταλαβούσης γὰρ τῆς ἑσπέρας, τὸ φῶς ὑποχωρεῖ, καὶ ἐπελθὸν τὸ σκότος κατακοιμίζει τὴν ἀνθρωπίνην φύσιν, καὶ τὸ σῶμα πεπονηκὸς διαναπαύει, καὶ τὰς αἰσθήσεις ἁπάσας ἀνίησι, καὶ καθάπερ τροφὸς ἀρίστη τὰ αἰσθητήρια ἅπαντα τῇ παρ' ἑαυτῆς ἐπιμελείᾳ τῶν πόνων καὶ τῶν καμάτων ἀνιεῖσα. Ἐπειδὰν δὲ πληρωθῇ τῆς νυκτὸς τὸ μέτρον, ἐπιστάσης τῆς τοῦ φωτὸς παρουσίας καὶ διεγειράσης, παρασκευάζει ἀκμαζούσαις ταῖς αἰσθήσεσι προσβαλεῖν ταῖς ἡλιακαῖς ἀκτῖσι, καὶ τῶν συνήθων ἔργων ἅπτεσθαι νεαρᾷ καὶ ζεούσῃ τῇ προθυμίᾳ. Τοῦτο καὶ ἐπὶ τῶν τροπῶν τοῦ ἐνιαυτοῦ ἔστιν ἰδεῖν γεγενημένον. Τὸν γὰρ χειμῶνα διαδέχεται ἔαρ, καὶ οὕτως ἐπιστάντος τοῦ θέρους καταλαμβάνει τὸ μετόπωρον, ἵνα τῇ ἐναλλαγῇ τῆς τῶν ἀέρων κράσεως διαναπαύηται ἡμῶν τὰ σώματα, καὶ μήτε ἐπὶ πλέον τῷ κρυμῷ πηγνύμενα διαφθείρηται, μήτε ὑπὸ τῆς τοῦ θέρους σφοδρότητος ἐπὶ πολὺ θερμαινόμενα διαλύηται· διὰ τοῦτο ἐγγυμνάζεσθαι παρασκευάζει πρὸ μὲν τοῦ χειμῶνος τῷ μετοπώρῳ, πρὸ δὲ τοῦ θέρους τῷ ἔαρι. Καὶ εἴ τις εὐγνωμόνως ἅπαντα σκοπεῖν βούλοιτο, εὑρήσει ἐν ἅπασι τοῖς δημιουργηθεῖσι τάξιν τινὰ καὶ λόγον, καὶ οὐδὲν ἁπλῶς καὶ εἰκῆ γεγενημένον. Τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ἄν τις κατίδοι. Οὔτε γὰρ κατὰ τὸν αὐτὸν καιρὸν ἅπαντα ἐκδίδωσιν ἡ γῆ, οὔτε ὁ αὐτὸς καιρὸς ἐπιτήδειος πρὸς τὴν ἐπιμέλειαν τῶν ἐξ αὐτῆς βλαστανόντων· ἀλλ' οἶδε τὸν ἁρμόζοντα καιρὸν ὁ γηπόνος, παρὰ τῆς τοῦ Θεοῦ δοθείσης σοφίας τοῦτο μεμαθηκὼς, καὶ ἐπίσταται πότε μὲν δεῖ τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τῶν δένδρων τὰ φυτὰ καὶ τῆς ἀμπέλου τοῖς κόλποις τῆς γῆς παρακαταθέσθαι, καὶ πότε μὲν θήγειν τὴν δρεπάνην πρὸς τὸν ἀμητὸν, πότε δὲ τὸν καρπὸν τῆς ἀμπέλου δρέπεσθαι, καὶ τοὺς βότρυας ἐκτέμνειν, καὶ κατὰ ποῖον καιρὸν ἐκλέγειν τῆς ἐλαίας τὸν καρπόν. Καὶ εὑρήσεις, εἰ βούλοιο κατὰ μέρος διερευνᾶσθαι ταῦτα ἅπαντα, πολλὴν σοφίαν καὶ παρὰ τοῖς τὴν γῆν ἐργαζομένοις ἐναποκειμένην. Καὶ οὐκ ἐπὶ τῆς γῆς τοῦτο ἔστιν ἰδεῖν μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης. Καὶ γὰρ ἐνταῦθα πάλιν ἑτέραν θαυμαστὴν σοφίαν ἔστιν ἰδεῖν. Οἶδε γὰρ ὁ κυβερνήτης, πότε δεῖ καθελκύσαι τὸ πλοῖον, καὶ ἐκ τοῦ λιμένος ἐκβαλεῖν, καὶ τὰ πελάγη περαιώσασθαι. Καὶ πολλὴν μάλιστα παρὰ τούτοις ἔστιν ἰδεῖν τὴν σύνεσιν, ἣν ἡ τοῦ Θεοῦ σοφία ἐναπέθετο τῇ ἀνθρωπίνῃ φύσει. Οὐδὲ γὰρ οὕτως οἱ τὰς λεωφόρους διατρέχοντες ἴσασι μετὰ ἀκριβείας τὰς ἀτραποὺς, ὡς οὗτοι οἳ ἐν τοῖς ὕδασι μετὰ ἀσφαλείας τὴν πορείαν ποιοῦνται. Διὸ καὶ ἡ Γραφὴ ἐκπληττομένη τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ σοφίαν ἔλεγεν· Ὁ δοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ποῖος ἀνθρώπινος λογισμὸς δύναται ταῦτα κατιδεῖν; Κατὰ τὸν αὐτὸν λόγον εὕροι τις ἂν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς τῆς ἀνθρωπίνης ταῦτα διατεταγμένα. Καὶ γὰρ καθ' ἕκαστον καιρὸν, καὶ καθ' ἑκάστην τροπὴν τοῦ ἐνιαυτοῦ, διαφόρους ἡμῖν τροφὰς ὁ Δεσπότης κεχάρισται· καὶ καθάπερ ἀρίστη τροφὸς, οὕτως ἡ γῆ τὰ παρ' ἑαυτῆς ἡμῖν δωροφορεῖ, τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ ὑπηρετουμένη.