Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΙΔʹ Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-14
Not analysed yet
Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνωσθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικὴν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γάρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομένων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἐκποδὼν, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμματα τὰ βασιλικὰ, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ διακόψαντι τῶν ἀναγινωσκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγὴν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τί διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκείᾳ γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐνηχούμενος. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καλῶς εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεὸς, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεὸν, οὐδεμία ἐν τοῖς ὀνόμασίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημόνευσα, ἀλλ' ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεία Γραφὴ, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ ἀκριβείας. Καὶ ἔλαβε, φησὶ, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁρᾷς πῶς τὸ, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τί ἂν οὖν εἴποιεν τὴν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός; Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κατακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Ὅρα πόσῃ κέχρηται προνοίᾳ περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ παραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, Τῆς τρυφῆς, ἵνα τὴν ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἰπὼν, Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, φησὶν, Ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Πολλῆς καὶ τοῦτο κηδεμονίας. Ἐπειδὴ γὰρ τρυφῆς ἁπάσης ἐπεπλήρωτο ἡ αὐτόθι διαγωγὴ, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησὶν, ἡ ἀργία), διὰ τοῦτο προσέταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τί οὖν, φησὶ, τῆς παρ' αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μικράν τινα καὶ σύμμετρον αὐτὸν ἔχειν μέριμναν περί τε τὴν φυλακὴν, περί τε τὴν ἐργασίαν. Εἰ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτὸς, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δὲ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησὶν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μετὰ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται. Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· πολλῷ μᾶλλον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει.