Ancient Greek
ΟΜΙΛΙΑ ΙΔʹ Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-12
Not analysed yet
Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργηθέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτὸν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλάσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ φιλόστοργος παιδὶ νέῳ πολλῆς ἀδείας καὶ ἀνέσεως ἀπολαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικράν τινα καὶ σύμμετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, ἵνα μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πως ἔχῃ ταῦτα ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δέ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν περὶ αὐτὸν φιλανθρωπίαν, τήν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τί γάρ φησιν ἡ Γραφή; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀποκληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας. καὶ τὴν μὲν τῷ Πατρὶ, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρὶ, ποτὲ δὲ τῷ Υἱῷ τὴν αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων. Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαίνουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. Καὶ ἐνετείλατο, φησί. Βλέπε ἐκ προοιμίων πόσῃ τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν, ἢ ἐκέλευσεν, ἀλλὰ τί; Ἐνετείλατο. Καθάπερ φίλος φίλῳ περί τινων ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ' αὐτοῦ. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. ᾟ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές. Ἀλλὰ δεινὸν, ἀγαπητὲ, ἡ ῥᾳθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν ἀπεργάζεται. Τί γὰρ, εἰπέ μοι, τούτου ἀνεπαχθέστερον; τί ταύτης τῆς τιμῆς μεῖζον γένοιτ' ἄν; Παρέσχεν ἐνδιαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διὰ τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον γὰρ ὅσον ἦν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφορὰν, τῶν φύλλων τὰς κόμας, τὰ ἄλλα ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ εἶπεν, ὅτι Ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύβρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, τῆς τιμῆς τὴν ὑπερβολὴν, ἧς αὐτὸν ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ' ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου διαγωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ παρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. ᾟ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· μονονουχὶ λέγων πρὸς αὐτὸν, Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἀπαιτῶ παρὰ σοῦ; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τούτου μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτίμιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φυλάξῃς τὴν παρ' ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἴ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέραιον μένειν, βραχύ τι ἀργύριον τυπώσειε παρ' αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χαρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστὶν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ' ἐκείνου προσταττομένοις εἴκειν.