Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ Ιϛʹ Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-16
Not analysed yet
Ἀλλ' ἴσως ἐνταῦθα διαπορήσειεν ἄν τις, καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ' ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρὴ, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τὸν οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερθέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἐνιεὶς, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι' αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμενος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευὴν, δι' αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καὶ ἐρωτήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κηδεμονίαν ποιούμενος· τοῦτο γάρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; μονονουχὶ λέγων ὁ πονηρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς τοσαύτης ἀπολαύσεως; διὰ τί οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπόλαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; Τί ὅτι εἶπεν ὁ Θεός; Διὰ τί, φησὶ, τοῦτο; τί τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπόλαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὑτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολὴν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοίνυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν. Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ' ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι' ὂν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ' ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι' ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μαθοῦσαν ἐκ τῶν παρ' αὐτοῦ λεχθέντων τὴν ἐναντίωσιν τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δημιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκαλύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Μὴ βάλητε γὰρ, φησὶ, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς· ὃ δὴ καὶ νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι' αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ' αὐτῆς καὶ τὸν πρωτόπλαστον εἰς τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε. Τοσοῦτόν ἐστι κακὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεῖα μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρὸς ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αἰσθητοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων αἰνιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῆς ἁμαρτίας βορβόρῳ, παιδεύων ἡμᾶς εἰδέναι καὶ προσώπων διαφορὰν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύπτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λεγομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εἰς τὸ αὐτὸ αὐτοῖς βάραθρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εἰς τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν.