Ancient Greek
ΟΜΙΛΙΑ Ιϛʹ Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-14
Not analysed yet
Ἀλλ' ἀκούσωμεν τί πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόντος γὰρ ἐκείνου, Τί ὅτι εἶπεν ὁ Θεὸς, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου οὐ μὴ φάγητε; φησὶν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὂν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὄν. Ἡ γὰρ γυνὴ λοιπὸν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν διακειμένου, θαῤῥήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολὴν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι' ὧν ἀπεκρίνατο πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὦ γύναι; Εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σὲ ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· Ἄπαγε, ἀπατεὼν εἶ σὺ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομένης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, οὐδὲ τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρηκέναι τὸν Θεὸν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότητα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσίαν, ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶναι θανάτῳ. Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐτὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μηκέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ' αὐτοῦ λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ' αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγητε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ τὴν συμβουλὴν εἰσάγει. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε. Ποίας ἄν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε, οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργὸν, ἵν' οὕτω τὴν ἀπάτην εἰσαγαγεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. Οὐ θανάτῳ, φησὶν, ἀποθανεῖσθε. ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἰδοὺ τὸ δέλεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρμάκου, ἐπέδωκε τῇ γυναικὶ, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γὰρ, εἴπερ ἐβούλετο, ἐκ προοιμίων τοῦτο γνῶναι), ἀλλ' ἀκούσασα παρ' αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεὸς, ἐπειδὴ ᾜδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρὸν, τῇ ἐλπίδι τῆς ἰσοθεΐας φυσηθεῖσα, μεγάλα ἦν λοιπὸν φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Ἐχθροῦ μηχανήματα· ὅταν εἰς πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εἰς τὸν βαθὺν κρημνὸν κατάγει. Φαντασθεῖσα γὰρ ἰσοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπουδὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν. Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Διὰ τί γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαίμονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδεδοίκει τοῦ Θεοῦ τὴν ἐντολὴν, καὶ τὸ μέλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο πείσονται, ἀλλὰ καὶ ἰσόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥημάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μετ' οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. Ἰδοῦσα γὰρ, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, λογισαμένη πρὸς ἑαυτὴν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εἰς βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρπειν δύναται, καὶ ὡραιότης τίς ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω τιμὴν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου;