Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΚΑʹ Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-21
Not analysed yet
Σκόπει πῶς τοῖς αὐτοῖς ῥήμασι κέχρηται, ὡς καὶ ἐν προοιμίοις, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ὡς ἀδοκίμους γενομένας τὰς γενεὰς ἐκείνας οὐδὲ μνήμης λοιπὸν ἀξιοῖ, ἀλλ' ἐκ τοῦ νῦν τεχθέντος, τοῦ Σὴθ λέγω, τῆς γενεαλογίας ἄρχεται, ἵνα καὶ ἐκ τούτου μάθῃς, ὅσος τῷ Θεῷ λόγος τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅπως ἀποστρέφεται τοὺς φονικὴν ἔχοντας τὴν γνώμην. Ὡς γὰρ μηδὲ παραχθέντων λοιπὸν ἐκείνων εἰς τὸν βίον, οὕτως αὐτῶν τὴν γνώμην παραλιμπάνει, δεικνὺς ἡμῖν, ὅσον ἐστὶ κακία χαλεπὸν, καὶ ὅτι ἑαυτοῖς τὰ μέγιστα λυμαίνονται οἱ ταύτην ἀσπαζόμενοι. Ἰδοὺ γὰρ οὗτοι μὲν τοῦ καταλόγου λοιπὸν ἐξαλείφονται, ἐπὶ τοσοῦτον δὲ μνήμης ἠξιώθησαν μόνον, ὥστε τὴν κακίαν αὐτῶν στηλιτεύεσθαι, καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς γενέσθαι σωφρονισμοῦ ὑπόθεσιν. Ὁ δὲ ἀδίκως ἀναιρεθεὶς, καὶ ὑπὸ τῆς ἀδελφικῆς χειρὸς φονευθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι, καὶ οὔτε ὁ χρόνος τούτου τὴν μνήμην ἔσβεσεν, οὔτε ἐκείνου τὴν κατηγορίαν ὑπετέμετο, ἀλλὰ καὶ οὗτος καθ' ἑκάστην ἡμέραν παρὰ πάντων ἀνακηρύττεται, καὶ ἐκεῖνος διηνεκῶς στηλιτεύεται. Εἴδετε ὅση τῆς κακίας ἡ λύμη, καὶ ὅση τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ ὅπως ἡ μὲν, καὶ πολεμοῦσα καὶ περιγινομένη, σβέννυταί τε καὶ ἀφανίζεται, ἡ δὲ, καὶ πολεμουμένη καὶ τὰ μυρία δεινὰ ὑπομένουσα, ταύτῃ μᾶλλον καὶ λαμπροτέρᾳ καὶ φαιδροτέρα γίνεται; Καὶ ἐνῆν μὲν καὶ ἐξ ἑτέρων πραγμάτων ὁμοίως συμβάντων τοῦτο δεῖξαι νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ' ἵνα μὴ τῆς προκειμένης ἀκολουθίας τέως ἐκπέσωμεν, φέρε πάλιν ἐπαναλάβωμεν αὐτὰ τὰ εἰρημένα. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Ὅρα πῶς πάλιν τῆς διηγήσεως ἄνωθεν ἀρξαμένη ἡ θεία Γραφὴ ὑπομιμνήσκει ἡμᾶς, ὅσης ἠξίωται τιμῆς ὁ δημιουργηθεὶς ἄνθρωπος. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἀντὶ τοῦ, ἄρχοντα αὐτὸν κατέστησε πάντων τῶν ὁρωμένων. Τοῦτο γάρ ἐστι· Κατ' εἰκόνα κατά τε τὸν τῆς ἀρχῆς λόγον, καὶ κατὰ τὸν τῆς δεσποτείας. Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει τῶν τε ὁρατῶν, τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας, ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. Διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές· ἀλλ' ἐπειδὴ διὰ ῥᾳθυμίαν ὤλισθε, καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ἀλλὰ τῆς μὲν ἀθανασίας αὐτὸν ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς σχεδὸν ἀφῆκεν εἶναι. Εἶτα ἐπειδὴ ὁ ἐξ αὐτοῦ τεχθεὶς εἰς τοσαύτην μανίαν ἐξώκειλε, καὶ πρῶτος τὸ εἶδος τοῦ φόνου εἰσήνεγκε, καὶ τὸν βεβιασμένον ἐκεῖνον θάνατον κατέδειξε, καὶ πολλὴν ἐπεδείξατο τὴν ἀγνωμοσύνην ψεῦδος τῷ φόνῳ συνάψας, τῇ διηνεκεῖ τιμωρίᾳ σωφρονίσαι αὐτὸν ἠβουλήθη, ἵνα μὴ μόνον αὐτὸς κερδάνῃ ἐκ τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ τοὺς μετὰ ταῦτα διδάσκῃ καὶ τῶν τετολμημένων τὸ μέγεθος, καὶ τῆς ἀτοπίας τὴν ὑπερβολήν. Ἀλλ' ἐπειδὴ διὰ πολλὴν ῥᾳθυμίαν καὶ οἱ ἐκ τούτου γεγενημένοι κατὰ μικρὸν χείροσιν ἑαυτοὺς περιέβαλον κακοῖς, παραμυθήσασθαι, ὡς εἰπεῖν, βουλόμενος τὸν Ἀδὰμ οὐ μόνον διὰ τὴν οἰκείαν παράβασιν ἐν τοσαύτῃ τυγχάνοντα κατηφείᾳ, ἀλλὰ καὶ διὰ τὸ τόλμημα τοῦ Κάϊν, καὶ τὸ πένθος ἐκεῖνο τὸ ἀφόρητον, ὅπερ εἶδε τοῖς οἰκείοις ὀφθαλμοῖς· οὔτε γὰρ τοῦ θανάτου ᾔδεσαν τὸ εἶδος, εἰ καὶ τὴν ἀπόφασιν ἐδέξαντο· καὶ διπλοῦν αὐτῷ, καὶ τριπλοῦν τὸ πένθος ἐγένετο, ὅτι τε καὶ τὸν θάνατον πρῶτον εἶδον εἰσενεχθέντα εἰς τὸν βίον, καὶ βίαιον θάνατον, καὶ ὑπὸ τοῦ παιδὸς τολμηθέντα, καὶ εἰς ἀδελφὸν ὁμομήτριον, καὶ ὁμοπάτριον, καὶ οὐδὲν ἠδικηκότα· βουλόμενος τοίνυν ὁ φιλάνθρωπος Θεὸς ἀντίῤῥοπον αὐτῷ τῶν λυπηρῶν τὴν παραμυθίαν εἰσαγαγεῖν, ἕτερον αὐτῷ παρέχει παῖδα τὸν Σὴθ, καὶ ἀρκοῦσαν αὐτῷ τὴν παράκλησιν ἐντεῦθεν ποιησάμενος, ἀπὸ τούτου λοιπὸν τῆς γενέσεως τὴν ἀρχὴν συνίστησι. Διὰ τοῦτο καὶ ὁ μακάριος προφήτης οὕτως ἤρξατο λέγων· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Εἶτα ἐπαγγειλάμενος τὴν γένεσιν τῶν ἀνθρώπων διηγεῖσθαι, σκόπει οἵᾳ κέχρηται ἀκολουθίᾳ· Ἔζησε, φησὶν, Ἀδὰμ ἔτη διακόσια τριάκοντα, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι αὐτοῦ ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἀπέθανεν.