Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΚΑʹ Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-20
Not analysed yet
Πολὺς καὶ ἄφατος ὁ θησαυρὸς, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι. Καὶ οἶδα μὲν ὅτι πολλοὶ πρὸς τὸν τῶν ὀνομάτων κατάλογον ἀφορῶντες, καὶ ἐξεπιπολῆς τοῖς ἀνεγνωμένοις προσέχοντες νομίζουσι μηδὲν πλέον ἔχειν τὰ εἰρημένα, ἀλλ' ἢ ἁπλῶς ὀνομάτων εἶναι προσηγορίας· ἐγὼ δὲ παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς παρατρέχειν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Οὐδὲν γὰρ τῶν ἐνταῦθα γεγραμμένων ἐστὶν, ὃ μὴ πολὺν νοημάτων πλοῦτον ἔχει· ἐπειδὴ γὰρ Πνεύματι θείῳ ἐνηχούμενοι ἐξέθεντο οἱ μακάριοι προφῆται, διὰ τοῦτο ἅτε Πνεύματι γεγραμμέναι πολὺν ἔχουσιν ἐγκεκρυμμένον θησαυρόν. Καὶ μὴ θαυμάσῃς, εἰ ἐν τῷ καταλόγῳ τῶν ὀνομάτων νῦν ἐπαγγέλλομαι ὑμῖν δεικνύναι πολὺν ἐγκεκρυμμένον πλοῦτον νοημάτων. Οὐδὲ γὰρ συλλαβὴ, οὐδὲ κεραία μία ἐστὶν ἐγκειμένη παρὰ τῇ Γραφῇ, ᾗ μὴ πολὺς ἐναπόκειται θησαυρὸς ἐν τῷ βάθει. Διά τοι τοῦτο προσήκει ἡμᾶς ὑπὸ τῆς ἄνωθεν χάριτος ὁδηγουμένους, καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν δεξαμένους, οὕτως ἐπιέναι τὰ θεῖα λόγια. Οὐδὲ γὰρ σοφίας ἀνθρωπίνης δεῖται ἡ θεία Γραφὴ πρὸς τὴν κατανόησιν τῶν γεγραμμένων, ἀλλὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἵνα τὸν ἀληθῆ νοῦν τῶν ἐγκειμένων καταμαθόντες πολλὴν ἐκεῖθεν δεξώμεθα τὴν ὠφέλειαν. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασι τὰ ὑπὸ τῶν ἀνθρώπων συντελούμενα γραμματεῖα πολλάκις τῷ χρόνῳ διαφθαρέντα, ὑπὸ τοῦ ἐγκειμένου χρόνου τῷ προοιμίῳ τοῦ γραμματείου, καὶ ἀπὸ μιᾶς συλλαβῆς πολλὴν ἔσχε τὴν ἰσχύν· πολλῷ μᾶλλον ἐπὶ τῶν θείων Γραφῶν τῶν Πνεύματι· ἁγίῳ συγκειμένων τοῦτό ἐστιν εὑρεῖν, μόνον ἐὰν νήφωμεν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλὰ συντείνοντες ἡμῶν τὸν λογισμὸν κατοπτεύσωμεν ἅπαντα μετὰ ἀκριβείας, καὶ μὴ χείρους γινώμεθα τῶν περὶ τὰ αἰσθητὰ τοσαύτην τὴν σπουδὴν ἐπιδεικνυμένων. Καὶ γὰρ οἱ τὴν μεταλλικὴν γῆν ἀνορύττοντες οὐ μέχρι τῆς ἐπιφανείας ἵστανται, ἀλλ' ἐπειδὰν πολὺ βάθος κατέλθωσι, καὶ καταλαβεῖν, δυνηθῶσι τοῦ χρυσίου τὰ ψήγματα, μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς εὐτονίας τῆς γῆς χωρίζουσι, καὶ μετὰ τὸν πολὺν ἐκεῖνον πόνον, βραχεῖάν τινα τῶν πόνων εὑρίσκουσι παραμυθίαν· καὶ ὅμως εἰδότες ὅτι ἐλάττονα τῶν πόνων καρποῦνται τὴν ὠφέλειαν, πολλάκις δὲ καὶ μετὰ τὴν πολλὴν ἀγρυπνίαν καὶ τὸν κάματον, καὶ τῆς προσδοκίας διήμαρτον, καὶ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ τῇ ἐλπίδι τρεφόμενοι, τῶν πόνων αἴσθησιν οὐ λαμβάνουσιν. Εἰ τοίνυν ἐκεῖνοι περὶ τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἔνθα καὶ ἀδηλία πολλὴ, τοσαύτην ἐπιδείκνυνται τὴν σπουδὴν, πολλῷ μᾶλλον προσήκει ἡμᾶς ὅπου καὶ ὁ πλοῦτος ἀναφαίρετος, καὶ ὁ θησαυρὸς ἀδαπάνητος, καὶ διαμαρτεῖν οὐκ ἔνι, τὴν ἴσην καὶ πλείονα σπουδὴν ἐπιδείκνυσθαι, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν σπουδαζομένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, καὶ καταμαθόντες τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, εὐγνώμονές τε γενώμεθα περὶ τὸν ἡμέτερον Δεσπότην, καὶ τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπασάμενοι, ἀχείρωτοι καταστῶμεν ταῖς τοῦ διαβόλου παγίσι. Φέρε οὖν τὰ πρόσφατον ἀναγνωσθέντα εἰς μέσον προθέντες, διερευνησώμεθα μετὰ ἀκριβείας ἕκαστον, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας, οὕτως οἴκαδε ἀναχωρήσητε. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Θέα μοι τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν· μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Ἐκεῖθεν γὰρ ἐνηχούμενος ἅπαντα ἡμῖν φθέγγεται, καὶ τὴν γλῶτταν μὲν οὗτος ἐδάνεισεν, ἡ δὲ τοῦ Πνεύματος χάρις πάντα σαφῶς διὰ τούτου τὴν ἡμετέραν διδάσκει φύσιν. Σκόπει τοίνυν πῶς εἰς ἀρχὴν τὸν λόγον ἀνήγαγε, καὶ ἄνωθεν, ὡς εἰπεῖν, πάλιν τὴν διήγησιν ποιήσασθαι βούλεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εἶδε τοὺς ἤδη γεγονότας πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξαμένους, καὶ μηδὲ τοῖς εἰς τὸν πρωτόπλαστον γεγενημένοις σωφρονισθέντας, ἀλλ' εἰς αὐτὸν τὸν κρημνὸν τῆς κακίας κατενεχθέντας· ὅ τε γὰρ ὑπ' αὐτοῦ τεχθεὶς εὐθέως διὰ βασκανίαν εἰς ἀδελφοκτονίαν ὥρμησε· διὸ καὶ τὴν τιμωρίαν ἐκείνην τὴν χαλεπωτάτην ἐδέξατο, καθὼς φθάσαντες ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην· εἶτα πάλιν οἱ μετ' ἐκεῖνον, οὐδὲ τῇ τούτου τιμωρίᾳ σωφρονισθέντες, χείροσι κακοῖς ἑαυτοὺς περιέβαλον, καθάπερ ἠκούσατε χθὲς τοῦ Λάμεχ τὴν οἰκείαν ἁμαρτίαν διηγουμένου ταῖς ἑαυτοῦ γυναιξὶ, καὶ καθ' ἑαυτοῦ τὸ ἐπιτίμιον ὁρίζοντος· ἐπεὶ κατὰ μικρὸν εἶδεν αὐξανομένην αὐτῶν τὴν κακίαν καθάπερ ῥεῦμα πονηρὸν μέλλον κατὰ παντὸς διατρέχειν τοῦ σώματος, ἵστησι τῆς κακίας τὴν φορὰν, καὶ τὰς γενεὰς ταύτας λοιπὸν τὰς ἐκ τοῦ Κάϊν μέχρι τοῦ Λάμεχ γενομένας οὐδὲ μνήμης ἀξιοῖ, ἀλλ' ὥσπερ ἀρχήν τινα ποιούμενος, καὶ τὸ πένθος τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παραμυθήσασθαι βουλόμενος, ᾧ περιβαλεῖν αὐτοὺς ἐτόλμησεν ὁ ἀδελφοκτόνος, τὴν δεξιὰν ὁπλίσας κατὰ τοῦ Ἄβελ, οὕτως ἄρχεται τῆς διηγήσεως, καί φησιν· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.