Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-23
Not analysed yet
Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲ τὴν τυχοῦσαν συλλαβὴν ἔστιν εὑρεῖν ἁπλῶς κειμένην. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς τὴν ὑπερβολὴν τῆς κακίας τῶν ἀνθρώπων, καὶ τῆς τιμωρίας τὸ μέγεθος τῆς μελλούσης ἐπάγεσθαι τοῖς ταύτης ἐργάταις, διδάσκει ἡμᾶς καὶ τὸν ἐν τοσούτῳ πλήθει δυνηθέντα τὴν ἀρετὴν ἀκέραιον διασῶσαι. Ἔστι μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή. Ὅταν δὲ καὶ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν αὐτὴν ἀποφαίνει. Διὰ τοῦτο ὥσπερ θαυμάζουσα τὸν δίκαιον ἡ θεία Γραφή φησιν, ὅτι μεταξὺ τῶν τοσούτων διὰ τὴν κακίαν μελλόντων ἀγανακτήσεως πειρᾶσθαι, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εὗρε χάριν, ἀλλ' Ἐναντίον τοῦ Θεοῦ· οὐχ ἁπλῶς, Εὗρε χάριν, ἀλλ', Ἐναντίον Κυρίου τοῦ Θεοῦ· ἵνα ἡμᾶς διδάξῃ ὅτι ἕνα τοῦτον εἶχε τὸν σκοπὸν, ὥστε τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπαινέτην ἔχειν, καὶ οὐδεὶς αὐτῷ λόγος τῆς τῶν ἀνθρώπων δόξης, οὐδὲ τῆς ἀτιμίας, καὶ τοῦ γέλωτος. Εἰκὸς γὰρ αὐτὸν ἀπεναντίας ἅπασι τὴν ἀρετὴν μετιέναι βουλόμενον πολλὴν ὑπομένειν τὴν χλεύην καὶ τὸν γέλωτα, πάντων τῶν τὴν κακίαν μετιόντων εἰωθότων ἀεὶ ἐπισκώπτειν τοὺς ταύτην φεύγειν βουλομένους, καὶ ἀρετὴν αἱρουμένους, ὅπερ καὶ νῦν πολλάκις γίνεται. Καὶ πολλοὺς τῶν ῥᾳθύμων ὁρῶμεν μὴ φέροντας τὸν γέλωτα καὶ τὴν χλευασίαν, ἀλλὰ προτιμῶντας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης, ὑποσυρομένους καὶ συγκατασπωμένους τῇ τῶν ἑτέρων ἀνθρώπων κακίᾳ. Ψυχῆς γάρ ἐστι γενναίας καὶ στεῤῥῷ τῷ φρονήματι κεχρημένης τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς τοὺς διασύρειν βουλομένους, καὶ μὴ πρὸς ἀρέσκειαν τῶν ἀνθρώπων τι διαπράττεσθαι, ἀλλὰ πρὸς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν τείνειν τὸ ὄμμα, καὶ τὴν παρ' ἐκείνου εὐφημίαν μόνον ἀναμένειν, καὶ τούτων ὑπερορᾷν, καὶ μηδὲν ἡγεῖσθαι αὐτῶν τὸν ἔπαινον, μήτε τὸν ψόγον, ἀλλὰ καθάπερ σκιὰς καὶ ὀνείρατα παρατρέχειν. Καὶ ἐνταῦθα μὲν πολλοὶ πολλάκις τὴν ὕβριν οὐ φέροντες δέκα ἢ εἴκοσι ἀνθρώπων, ἢ καὶ ἐλαττόνων, ὑπεσκελίσθησαν καὶ κατέπεσον. Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν ὑπεριδεῖν τῶν ὀνειδιζόντων, καὶ καταγελώντων, καὶ κωμῳδεῖν βουλομένων· ἀλλ' ὁ δίκαιος οὗτος οὐχ οὕτως. Οὐ μόνον γὰρ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἀνθρώπων, ἀλλὰ καὶ πάσης τῆς τῶν ἀνθρώπων φύσεως, καὶ μυριάδων τοσούτων ὑπερεῖδεν. Εἰκὸς γὰρ ἅπαντας αὐτοὺς καταγελᾷν, κωμῳδεῖν, χλευάζειν, πολλὴν τὴν παροινίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι, ἴσως δὲ ἢ καὶ βούλεσθαι διασπᾷν, εἰ οἷόν τε ἦν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ' οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τὸ πολεμεῖν ἰσχυροτέραν αὐτὴν ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι ἐν τῷ πάσχειν τῶν ποιούντων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Καὶ τοῦτο ἔνεστι μὲν ἐκ πολλῶν συνιδεῖν. Ἵνα δὲ ἀφορμὰς ὑμῖν παράσχωμεν (Δίδου γὰρ φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), ἀναγκαῖον καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς τὰ παραδείγματα ὑμῖν παραγαγεῖν. Ἐννόει μοι τοίνυν τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; οὐχὶ ἐπὶ τοῦ ἐδάφους ἦν ἐῤῥιμμένος; Ἀλλὰ μὴ τοῦτο σκόπει, ὅτι ἐκράτησε καὶ περιεγένετο, καὶ ἀνεῖλε τὸν φθονούμενον, καὶ οὐδὲν ἠδικηκότα· ἀλλὰ τὰ μετὰ ταῦτα λογίζου, ὅτι ὁ μὲν ἀναιρεθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται, καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν, καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμενε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν οὗτος μὲν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται, ἐκεῖνος δὲ καθ' ἑκάστην ἡμέραν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ, τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες πολλὰ καὶ διάφορα ἕτερα τοιαῦτα εὑρήσετε ἐν ταῖς Γραφαῖς κείμενα. Διὰ γὰρ τοῦτο γέγραπται πρὸς ὠφέλειαν τὴν ἡμετέραν, ὥστε ταῦτα μανθάνοντας φεύγειν μὲν τὴν κακίαν, προτιμᾷν δὲ τὴν ἀρετήν. Βούλει καὶ ἐν τῇ Καινῇ τὸ αὐτὸ τοῦτο ἰδεῖν; Ἄκουε τοῦ μακαρίου Λουκᾶ τὸ αὐτὸ τοῦτο διηγουμένου περὶ τῶν ἀποστόλων, ὅτι μαστιγωθέντες ἀνεχώρουν ἀπὸ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καίτοι γε αἱ μάστιγες οὐ χαρᾶς ἦσαν ἀφορμαὶ, ἀλλὰ λύπης καὶ ἀθυμίας· ἀλλὰ αἱ διὰ τὸν Θεὸν μάστιγες, καὶ ἡ ὑπόθεσις, δι' ἣν ἐμαστίζοντο, τὴν χαρὰν αὐτοῖς ἔτικτε. Καὶ οἱ μὲν μαστιγώσαντες ἐν ἀπορίᾳ πολλῇ καὶ ἀμηχανίᾳ καθεστήκεισαν, οὐκ εἰδότες ὅ τι πράξωσιν. Ἄκουε γὰρ αὐτῶν καὶ μετὰ τὰς μάστιγας διαπορούντων, καὶ λεγόντων· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τί λέγεις; Ἐμαστίξατε, μυρία κακὰ διεθήκατε, καὶ ἔτι ἀπορεῖτε; Τοσοῦτόν ἐστιν ἰσχυρὸν πρᾶγμα καὶ ἀχείρωτον ἡ ἀρετὴ, καὶ ἐν αὐτῷ τῷ πάσχειν τῶν ποιούντων περιγινομένη.