Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-22
Not analysed yet
Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ ὑπερβολή; εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετὴ, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μεταχειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώτερος τοῦ χειμῶνος γεγονὼς, καὶ πελάγιος σαλεύων, ὡς ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ' ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ' ὑψηλῆς τινος σκοπιᾶς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων. Ἀλλ' ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς ἑστὼς καταγελᾷ τῶν κυμάτων, ἐπειδὰν ἴδῃ ταῦτα προσρηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἀφρὸν δὲ εὐθὺς διαλυόμενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιὼν, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πραγμάτων ταραχῆς, ἀλλ' ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέχοντα. Καθάπερ γὰρ ἔστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Καὶ καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα. Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ' ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόντες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περιβεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρτημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδονὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνωμαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμμεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρῄζομεν τῆς παρ' αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα· καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύσεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῆ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προκειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ. Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω, παντὸς τοῦ τῶν ἀνθρώπων γένους εἰς τὴν κατ' αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν πεῖραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ' αὐτοῦ εὔνοιαν ἐφελκύσασθαι. Καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρόντι βίῳ διαλεχθῶμεν. Ἴσως γάρ τινες τοῖς μέλλουσι καὶ μὴ ὁρωμένοις διαπιστοῦσιν. Ἴδωμεν τοίνυν ἐκ τῶν ἐνταῦθα γινομένων, τίνα μὲν τοὺς πρὸς τὴν κακίαν αὐτομολήσαντας διεδέξατο, τίνων δὲ ὁ τὴν ἀρετὴν ἑλόμενος ἠξιώθη. Ἐπειδὴ γὰρ διὰ τὴν πολλὴν τῆς κακίας ἐπίτασιν ἀπεφήνατο ὁ ἀγαθὸς Θεὸς πανωλεθρίᾳ τὸ τῶν ἀνθρώπων γένος καταδικάσειν, εἰπὼν, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, καὶ δεικνὺς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολὴν, οὐ κατὰ τοῦ τῶν ἀνθρώπων γένους μόνον τὴν ἀπόφασιν ἐξήνεγκεν, ἀλλὰ καὶ κατὰ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ τῶν πετεινῶν· τῶν γὰρ ἀνθρώπων, δι' οὓς ταῦτα παρήχθη, ἀπόλλυσθαι μελλόντων, καὶ ὑποβρυχίων γίνεσθαι, εἰκότως καὶ ταῦτα τῆς τιμωρίας συναπήλαυσεν· ἐπειδὴ οὖν ἡ ἀπόφασις ἀόριστος ἦν, καὶ οὐδεμίαν ἔχουσα διαίρεσιν, ἵνα μάθῃς τὸ ἀπροσωπόληπτον τοῦ Θεοῦ, καὶ ὅτι ταῖς καρδίαις ταῖς ἡμετέραις ἐμβατεύων οὐδένα περιορᾷ, ἀλλὰ κἂν μικράν τινα ἀφορμὴν εὕρῃ παρ' ἡμῶν εἰσφερομένην, ἄφατον αὐτοῦ ἐπιδείκνυται τὴν φιλανθρωπίαν, φησὶν ἡ Γραφὴ, ἵνα μὴ νομίσωμεν ὅτι παντελὴς ἀφανισμὸς γίνεται τοῦ τῶν ἀνθρώπων γένους, ἀλλὰ γνῶμεν, ὅτι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα ἀφίησι σπινθῆρά τινα σώζεσθαι, καὶ ῥίζαν τῷ τῶν ἀνθρώπων γένει, ὥστε πάλιν εἰς μακροὺς ἐκταθῆναι κλάδους· Νῶε δὲ, φησὶν, εὗρε χάριν ἐναντίον τοῦ Θεοῦ.