Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-24
Not analysed yet
Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακοσιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γὰρ, Ἦν Νῶε ἐτῶν πεντακοσίων, τότε φησὶ, Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Εἶδες, ἀγαπητὲ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κακίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥᾳθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἦν ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. Καὶ ἐγέννησε, φησὶ, Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρετούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέσθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν. Ἐπειδὴ γὰρ διὰ τὸ τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι, ὁ δὲ φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβούλετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκὼς, μέχρι τούτων ἵσταται, δεικνὺς δι' αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς στοχασμός ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱοὺς, εὐθέως ἐπήγαγεν· Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφὴ, Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησὶν, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει. Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήϊναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῆς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καὶ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης αὐτὸν, τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησὶν, Ἐφθάρη δὲ ἡ γῆ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ' Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ εἰπεῖν, Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμασιν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρανομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ' ἑκάστην ἁμαρτίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιῶσαι ἀνέχεται, ἀλλὰ τῷ τῆς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολὴν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτήσεως τὸ μέγεθος. Ἐφθάρη δὲ ἡ γῆ, φησὶν, ἐναντίον τοῦ Θεοῦ, τοῦτ' ἔστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προστάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολὰς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀνθρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδωκότες. Καὶ ἐπλήσθη, φησὶν, ἡ γῆ ἀδικίας. Εἶδες, ἀγαπητὲ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀναξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μή τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰρῆσθαι, φησὶν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι κατηξίωσεν, ἀλλὰ τῷ τῆς σαρκὸς ὀνόματι μόνον ἐνδείξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φησιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηΐναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων. Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξαμένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῆς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ' οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύνανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ' ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρονοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενοι. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τῆς κακίας τὴν ὑπερβολὴν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτήδευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῆς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τί γάρ φησι; Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε.