Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-23
Not analysed yet
Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ' ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι' ἣν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· Νῶε γὰρ, φησὶν, ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥήματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπιδείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρίζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δὴ, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκεκρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἔστιν εὑρεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων. Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πόσον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσοχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνῶντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι, ἀλλ' εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμὸν, καὶ τὴν παρ' αὑτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὑτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ διδασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζόμενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρισμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, Οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐδίδαξε τοὺς ἀκούοντας μεθ' ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γὰρ, φησὶν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφάτου ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι· κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶντας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γὰρ, Χορτασθήσονται, φησὶ, τοῦτ' ἔστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὑτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθὸν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ' αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμὸν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματικὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γὰρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλοὺς, καὶ τρανοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν προσφάτως ἀνεγνωσμένων, ἵν' ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστήσαντες, ἵνα καθάπερ εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. Ἐγέννησε δὲ, φησὶ, Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Οὐχ ἁπλῶς ἡμῖν ἡ θεία Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι Νῶε ἦν ἐτῶν πεντακοσίων, τότε ἐπήγαγε, Καὶ ἐγέννησε τρεῖς υἱούς· διδάσκουσα ἡμᾶς τῆς ἐγκρατείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημένων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πάσης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολησάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπιμελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος, καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκότας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν πολλὴν εἶχε τὴν ῥοπήν.