Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-25
Not analysed yet
Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, ἵνα εἰδῇς καὶ τούτων τῆς ἀγνωμοσύνης τὴν ἐπίτασιν, καὶ ἐκείνων τῆς εὐγνωμοσύνης τὸ ἐπίπονον· καὶ ὅτι κἀκεῖνοι μὲν ἐν τρισὶν ἡμέραις στενοχωρηθέντες, οὐδὲ οὕτως ἀπηγόρευσαν αὐτῶν τὴν σωτηρίαν, ἀλλ' ἐπὶ τὴν μετάνοιαν σπεύσαντες καὶ τὰ ἡμαρτημένα ἀπενίψαντο, καὶ τῆς φιλανθρωπίας τοῦ Δεσπότου ἀξίους ἑαυτοὺς κατέστησαν· οὗτοι δὲ αὐτοὶ ἑκατὸν εἴκοσι ἐτῶν προθεσμίαν λαβόντες πρὸς μετάνοιαν, οὐδὲ οὕτως ἀπώναντό τι πλέον. Διὸ καὶ ὁ Δεσπότης ὁρῶν αὐτῶν τῆς κακίας τὴν ὑπερβολὴν, καὶ ἐπειδὴ εἶδεν εἰς πολλὴν κακίαν ἐξοκείλαντας, ταχεῖαν αὐτοῖς ἐπάγει τὴν διόρθωσιν, τῆς κακῆς αὐτῶν ζύμης τὴν πονηρίαν ἀφανίσας, καὶ ἐκποδὼν ποιήσας. Διὰ τοῦτό φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Τέως ἐμάθομεν ὅτι ἡνίκα μὲν ἡ ἀγανάκτησις γέγονε τοῦ Δεσπότου, καὶ ἡ πρόῤῥησις, πεντακοσίων ἦν ἐτῶν. Ὅτε δὲ ἐπήχθη ὁ κατακλυσμὸς, ἑξακοσίων, ὡς ἑκατὸν ἔτη ἐν τῷ μέσῳ γενέσθαι, καὶ μηδὲ ἐν τοῖς ἑκατὸν ἔτεσι κερδᾶναι αὐτούς τι πλέον, τοσαύτης ἀπολαύοντας διδασκαλίας ἐκ τῆς κατασκευαζομένης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. Ἀλλ' ἴσως ἄν τις μαθεῖν ἐπιζητήσειε, τίνος ἕνεκεν εἰπὼν, Ἑκατὸν εἴκοσι ἔτη ἔσονται αἱ ἡμέραι αὐτῶν, καὶ ἐπαγγειλάμενος τοσαῦτα μακροθυμήσειν, πρὸ τῆς τούτων συμπληρώσεως τὴν πανωλεθρίαν ἐπήγαγε. Καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον ἂν εἴη δεῖγμα. Ἐπειδὴ γὰρ εἶδε καθ' ἑκάστην ἡμέραν ἀνίατα ἁμαρτάνοντας, καὶ οὐ μόνον οὐδὲν κερδαίνοντας ἐκ τῆς ἀφάτου μακροθυμίας, ἀλλὰ καὶ ἐπιτείνοντας τὰ ἕλκη, διὰ τοῦτο συνέτεμε τὸν χρόνον, ὥστε μὴ μείζονι τιμωρίᾳ ὑπευθύνους αὐτοὺς καταστῆναι. Καὶ ποία, φησὶ, μείζων ἦν ταύτης τιμωρία; Ἔστιν, ἀγαπητὲ, καὶ μείζων, καὶ φοβερωτέρα, καὶ διαρκὴς, ἡ κατὰ τὸν μέλλοντα αἰῶνα. Ὅτι γὰρ κἂν ἐνταῦθα δίκην τινὲς ὑποσχῶσιν, οὐδὲ τὴν ἐκεῖ τιμωρίαν διαφεύξονται, ἀλλὰ κουφοτέραν ὑποστήσονται διὰ τῶν ἐνταῦθα συμβάντων, τὸ μέγεθος τῶν ἐκεῖ κολαστηρίων ὑποτεμνόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος καὶ ταλανίζοντος τὴν Βηθσαϊδᾶ· Οὐαί σοι, Χωραζεὶμ, φησὶν, οὐαί σοι, Βηθσαϊδᾶ, ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Διὸ λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. Ὁρᾷς, ἀγαπητὲ, πῶς τῷ εἰπεῖν, Ἀνεκτότερον, ἔδειξεν ὅτι καὶ οἱ τοσαύτην ἐνταῦθα δίκην δόντες, καὶ τὸν ἐμπρησμὸν ἐκεῖνον τὸν καινὸν καὶ ξένον ὑπομείναντες, κἀκεῖ τινα τιμωρίαν ὑποστήσονται, κουφοτέραν δὲ ὅμως διὰ τὸ προλαβόντας ἐνταῦθα τοσαύτης πειραθῆναι τῆς ἀγανακτήσεως; Ἵν' οὖν μὴ καὶ οὗτοι ἐπιτείνοντες τὰ ἁμαρτήματα μείζονος τιμωρίας ἑαυτοὺς ὑπευθύνους καταστήσωσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτῶν τὸ ἀμετανόητον, ὃν ὑπέσχετο μακροθυμήσειν, χρόνον συνέτεμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ' αὐτοῦ ἀποφάσεις, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλλάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου ἔλεγε· Πέρας λαλήσω ἐπὶ ἔθνη, καὶ ἐπὶ βασιλείας, τοῦ ἀπολλύειν καὶ κατασκάπτειν· καὶ ἐὰν μετανοήσωσι, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς· καὶ πάλιν, Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, τοῦ ἀνοικοδομεῖν· καὶ ἐὰν ἁμάρτωσι, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Εἶδες πῶς παρ' ἡμῶν τὰς ἀφορμὰς λαμβάνει καὶ τῆς φιλανθρωπίας ἣν περὶ ἡμᾶς ἐπιδείκνυται, καὶ τῆς ἀγανακτήσεως; Διά τοι τοῦτο καὶ νῦν ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσαντο τῇ τοῦ χρόνου παρατάσει, συντέμνει τὸν καιρόν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἀναλγήτως διακειμένους, καὶ τὴν διὰ τῆς μετανοίας δεδομένην ἡμῖν σωτηρίαν οὐ προσιεμένους. Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ; Εἶδες πῶς καὶ ὁ θαυμάσιος οὗτος τῆς οἰκουμένης διδάσκαλος σαφῶς ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ τῇ πρὸς μετάνοιαν ἡμῖν παρασχεθείσῃ μὴ χρώμενοι εἰς δέον, μείζονι δίκῃ καὶ τιμωρίᾳ ἑαυτοὺς ὑπευθύνους καθιστῶσι; Διὰ τοῦτο καὶ νῦν ὁ φιλάνθρωπος Θεὸς μονονουχὶ ἀπολογούμενος. καὶ δεικνὺς τὴν αἰτίαν, δι' ἣν πρὸ τῆς τῶν καιρῶν συμπληρώσεως ἐπήγαγε τὸν κατακλυσμὸν, ἐπισημαίνεται ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, καί φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων. Οἱ γὰρ ἐν τοῖς ἑκατὸν ἔτεσι μεταβαλέσθαι μὴ βουληθέντες, τί πλέον ἂν ἐκέρδανον ἀπὸ τῶν εἴκοσι ἐτῶν, ἢ τὸ πλείονα τὴν προσθήκην ἐργάσασθαι; Δεικνὺς γὰρ αὐτοῦ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος τὴν ὑπερβολὴν, καὶ πρὸ ἑπτὰ ἡμερῶν μηνῦσαι αὐτοῖς τὴν ἐπαγωγὴν τοῦ κατακλυσμοῦ οὐ παρῃτήσατο, ἵνα κἂν τῇ στενοχωρίᾳ τοῦ καιροῦ συσταλέντες τινὰ μεταβολὴν ἐπιδείξωνται.