Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-24
Not analysed yet
Τῆς ὑποθέσεως βούλομαι πάλιν ἅψασθαι, περὶ ἧς πρώην διελέχθην ὑμῶν τῇ ἀγάπῃ, καὶ τὴν κατὰ τὸν δίκαιον Νῶε πάλιν ἱστορίαν εἰς μέσον ἀγαγεῖν. Πολὺς γὰρ ὁ τῆς ἀρετῆς τοῦ δικαίου πλοῦτος, καὶ προσήκει ἡμᾶς κατὰ δύναμιν ἡμετέραν πάντα κατὰ μικρὸν διερευνησαμένους πολλὴν ὑμῖν τὴν εὐπορίαν ἐντεῦθεν παρασχεῖν. Ἀλλὰ συντείνατε μοι, παρακαλῶ, τὴν διάνοιαν, ἵνα μηδὲν ὑμᾶς διαφύγῃ τῶν ἐγκειμένων νοημάτων. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι ὑμῶν τὴν ἀγάπην, μέχρι τίνος ἡμῖν πρώην ἔληξε τὰ τῆς διδασκαλίας, ἵνα ἐκεῖθεν πάλιν ἀναλαβόντες σήμερον τὸν λόγον, οὕτως ὑφάνωμεν τοῖς εἰρημένοις καὶ τὰ νῦν μέλλοντα ῥηθήσεσθαι. Οὕτω γὰρ ὑμῖν εὐσύνοπτα ἔσται καὶ τὰ νῦν λεγόμενα. Ποῦ οὖν τὸ τέλος ἔσχεν ἡμῖν τὰ τῆς διδασκαλίας; Εἶπε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο. Ἔτι γὰρ ἑπτὰ ἡμερῶν, ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Μέχρι τούτου στήσαντες τὸν λόγον ἐνταῦθα κατεπαύσαμεν τὴν διδασκαλίαν. Μέμνησθε γὰρ ἴσως καὶ αὐτοὶ, ὅτε τὴν αἰτίαν εἰρήκαμεν ὑμῶν τῇ ἀγάπῃ, τίνος ἕνεκεν ἀπὸ μὲν τῶν καθαρῶν ἑπτὰ προσέταξεν εἰσαχθῆναι, ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο. Φέρε οὖν λοιπὸν σήμερον τοῖς ἑξῆς ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν, καὶ ἴδωμεν τί διηγεῖται ἡμῖν ἡ θεία Γραφὴ μετὰ τὴν εἴσοδον τοῦ Νῶε εἰς τὴν κιβωτόν. Νῦν γὰρ, εἰ καί ποτε ἄλλοτε, μάλιστα πολλὴν ἐπιδείκνυσθαι ἡμᾶς προσήκει τὴν σπουδὴν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς ἡδίστης ὑμῶν συντυχίας συνεχῶς ἀπολαύομεν, καὶ τῆς περὶ τὴν τρυφὴν ἀδηφαγίας ἀπηλλάγμεθα, καὶ διεγηγερμένων ἔχοντες τὸν λογισμὸν δυνάμεθα μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις. Πόθεν οὖν ἡμῖν ἡ ἀρχὴ γέγονε τῶν σήμερον ἀναγνωσθέντων, ἀναγκαῖον εἰπεῖν. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, φησὶ, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Προσέχετε, παρακαλῶ, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἔχει γάρ τινα πλοῦτον ἐγκεκρυμμένον ταυτὶ τὰ βραχέα ῥήματα, καὶ ἐὰν συντείνωμεν ἡμῶν τὴν διάνοιαν, καὶ ἐξ αὐτοῦ τούτου δυνησόμεθα καταμαθεῖν τῆς τε φιλανθρωπίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, καὶ τῆς τῶν τότε ἀνθρώπων κακίας τὴν πολλὴν ἐπίτασιν. Νῶε δὲ ἦν ἐτῶν, φησὶν, ἑξακοσίων. Οὐχ ἁπλῶς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν ἐδίδαξε τοῦ δικαίου, οὐδὲ ἵνα αὐτὸ τοῦτο μάθωμεν, πόσων ἦν ἐτῶν ὁ δίκαιος, ἀλλ' ἐπειδὴ προλαβοῦσα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἤδη εἰποῦσα, ὅτι Νῶε δὲ ἦν ἐτῶν πεντακοσίων, καὶ μετὰ τὸ γνώριμον ἡμῖν ποιῆσαι τῶν ἐτῶν τὸν ἀριθμὸν, τότε διηγήσατο τῶν ἀνθρώπων τὴν πολλὴν περὶ τὴν κακίαν ῥοπὴν, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· διό φησιν ὁ Θεὸς, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, προμηνύων αὐτοῖς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν· εἶτα ἵνα δῷ αὐτοῖ, καιρὸν ἀρκοῦντα πρὸς τὸ μεταβαλέσθαι, καὶ τὴν πεῖραν διαφυγεῖν τῆς ἀγανακτήσεως, φησίν· Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι· ἀντὶ τοῦ, μακροθυμήσω ἔτι μετὰ τὰ πεντακόσια ἔτη. Οὐδὲ γὰρ ἐπαύσατο ὁ δίκαιος οὗτος ἐν τοῖς πεντακοσίοις ἔτεσι διὰ τῆς οἰκείας προσηγορίας πάντας αὐτοὺς ὑπομιμνήσκων, καὶ ἐνάγων, εἴπερ ἐβούλοντο προσέχειν, ὥστε καὶ τῆς κακίας ἀποστῆναι καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι. Ἀλλ' ὅμως, φησὶ, καὶ νῦν ἔτι ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν ὑπισχνοῦμαι μακροθυμήσειν, ἵνα τῷ μεταξὺ χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὴν κακίαν φύγωσι, καὶ τῆς ἀρετῆς ἀντιλάβωνται. Καὶ οὐ μόνον τῇ ὑποσχέσει τῶν ἐτῶν ἑκατὸν εἴκοσι ἠρκέσθη, ἀλλὰ καὶ τῷ δικαίῳ προστάττει κιβωτὸν τεκτήνασθαι, ἵνα καὶ αὐτὴ ἡ ὄψις τῆς κιβωτοῦ πάλιν ἀρκοῦσαν αὑτοῖς ὑπόμνησιν παράσχῃ, καὶ μηδεὶς ἀγνοήσῃ τῆς μελλούσης τιμωρίας ἐπάγεσθαι τὸ μέγεθος. Αὐτὸ γὰρ τοῦτο τὸν δίκαιον ἐκεῖνον καὶ εἰς τὴν ἄκραν τῆς κορυφῆς φθάσαντα τοσαύτην ποιεῖσθαι σπουδὴν περὶ τὴν τῆς κιβωτοῦ κατασκευὴν, ἱκανὸν πάντας τοὺς νοῦν ἔχοντας εἰς ἀγωνίαν καὶ φόβον ἐμβαλεῖν, καὶ πεῖσαι ἐξευμενίσασθαι τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον Δεσπότην. Εἰ γὰρ οἱ βάρβαροι ἐκεῖνοι, οἱ Νινευῖται λέγω· πάλιν γὰρ αὐτοὺς ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν, ἵνα ταύτῃ καὶ μᾶλλον δειχθῇ καὶ τούτων ἡ ὑπερβάλλουσα κακία, κἀκείνων ἡ πολλὴ εὐγνωμοσύνη. Καὶ γὰρ ὁ Δεσπότης ἡμῶν τότε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, τῇ τῆς κρίσεως λέγω, δούλους καὶ δούλους εἰς μέσον ἄγων, οὕτω τὴν κατάκρισιν ἐργάζεται, ὅταν δειχθῶσιν οἱ τῶν αὐτῶν ἀπολαύσαντες καὶ τῶν αὐτῶν μετασχόντες μὴ τὴν αὐτὴν ἀρετὴν μετελθόντες· πολλάκις δὲ καὶ ἐξ ἀνίσων ποιεῖται τὰς συγκρίσεις, ἵνα πλείονα τὴν κατάκρισιν τοῖς ἐῤῥᾳθυμηκόσιν ἐπαγάγῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι οἱ μηδεμιᾶς ἐπιμελείας ἀπολαύσαντες, οἱ μὴ προφητικῶν διδαγμάτων ἀκούσαντες, οἱ σημεῖα μὴ θεασάμενοι, οἱ θαύματα μὴ ἰδόντες, ἀλλ' ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος ῥήματα ἀκούσαντες πολλὴν αὐτοῖς τὴν ἀπόγνωσιν παρασχεῖν δυνάμενα, καὶ εἰς ἀμηχανίαν ἐμβαλεῖν, ὡς καὶ ὑπεριδεῖν τῶν παρ' αὐτοῦ λεγομένων, οὐ μόνον οὐ κατεφρόνησαν τῶν τοῦ προφήτου ῥημάτων, ἀλλὰ καὶ εἰς τριῶν ἡμερῶν στενοχωρίαν ἀποληφθέντες, οὕτως ἀκριβῆ καὶ συντεταμένην τὴν μετάνοιαν ἐπεδείξαντο, ὥστε τὴν ἀπόφασιν ἀνακαλέσασθαι τοῦ Δεσπότου. Οὗτοι οὖν, φησὶ, κατακρινοῦσι ταύτην τὴν γενεὰν, τὴν τοσαύτης ἀπολαύσασαν ἐπιμελείας, τὴν προφητικαῖς ἐντραφεῖσαν βίβλοις, τὴν σημεῖα καὶ τέρατα καθ' ἑκάστην ἡμέραν θεωμένην. Εἶτα ἵνα καὶ τούτων τῆς ἀπιστίας δείξῃ τὴν ὑπερβολὴν, κἀκείνων τὴν ἄφατον εὐγνωμοσύνην, ἐπήγαγεν, Ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· ἐκεῖνοι μὲν, φησὶν, εὐτελῆ ἄνθρωπον θεασάμενοι τὸν Ἰωνᾶν, καὶ ἐδέξαντο τὸ παρ' αὐτοῦ κήρυγμα, καὶ ἀκριβεστάτην ἐπεδείξαντο τὴν μετάνοιαν· οὗτοι δὲ οἱ πολλῷ πλείω τοῦ Ἰωνᾶ, καὶ αὐτὸν τὸν τῶν ὅλων δημιουργὸν ὁρῶντες σὺν αὐτοῖς συναναστρεφόμενον, καὶ τοσαῦτα καὶ τοιαῦτα θαυμάσια ἐφ' ἑκάστης ἐργαζόμενον, λεπροὺς καθαίροντα, νεκροὺς ἐγείροντα, τὰ πηρώματα τῆς φύσεως διορθούμενον, δαίμονας ἐλαύνοντα, νόσους ἰώμενον, μετ' ἐξουσίας πολλῆς ἁμαρτημάτων ἄφεσιν χαριζόμενον, οὐδὲ τὴν αὐτὴν τοῖς βαρβάροις πίστιν ἐπεδείξαντο.