Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-28
Not analysed yet
Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι Οὐ προστιθῶ καταράσασθαι τὴν γῆν· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπιτείνουσιν, ἀλλ' ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ' ἑαυτὸν καὶ λέγειν· καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέτερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἵν' οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γὰρ, φησὶ, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕτω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησιν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ' ἔστι, συνθήκας ποιοῦμαι. Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπειδάν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου. Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, καὶ Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς. Ὅρα φιλανθρωπίαν Δεσπότου· οὐ μόνον μέχρις ὑμῶν, φησὶν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ' ὑμᾶς γινομένους ταύτας βεβαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλοτιμίαν, φησί· Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ' ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατα κλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες συνθηκῶν μέγεθος; εἶδες ὑποσχέσεων ἄφατον φιλοτιμίαν; Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρωπίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημι. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἔστι δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι ἔχῃ πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐτοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι' αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου, Καὶ οὐκ ἀποθανεῖται, φησὶ, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμὸς, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λογισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν ὑπὲρ τῶν μελλόντων; Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἢ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὅρα πόσῃ τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθήκας, καί φησι· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ' ὑμῶν, εἰς γενεὰς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεὰς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ διηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τί οὖν ἐστι τὸ σημεῖον; Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἥν τινές φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφιέντος. Εἰ ὁ λόγος μου, φησὶν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. Καὶ ἔσται ἐν τῷ συννεφεῖν με, φησὶν, νεφέλας ἐπὶ τῆς γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Τί λέγεις, ὦ μακάριε προφῆτα; Ἀναμνησθήσομαι, φησὶ, τῆς διαθήκης μου, τοῦτ' ἔστι, τῆς συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ' ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπὸν, ἀλλ' εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πεισόμεθα.