Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-27
Not analysed yet
Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθὲς, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχαριστηρίους θυσίας ἀναγαγὼν, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐτὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπουδάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλόμεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακατασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τί τὸ ὄφελος; Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοίμεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγόμενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐναπόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμενοι. Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυπνία καὶ ἡ σπουδὴ, ὥστε πάντας ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶσις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δικαίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμένων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ' ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομὴν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χριστοῦ. Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευματικὴν διδασκαλίαν, οὐ παύομαι καθ' ἑκάστην ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδὼς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθεὶς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ, ταῦτα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ. Μετὰ τὸ εὐλογῆσαι αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρίσαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕτω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φιλοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καί φησι· Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ' ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἴ ποτε συμβαίη μικράν τινα ἐπομβρίαν γενέσθαι, ἔμελλεν ἂν ἀλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκανὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακάριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιάσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάττων, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστὰς, ὑπισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν.