Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-29
Not analysed yet
Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικὴν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπιπτόντων; Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγίνησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ' ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ' αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γαλήνης ἀπολαύουσα πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σωματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος, τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γάρ ἐστι πνευματικὴ, καὶ νευροῖ τὸν λογισμὸν, καὶ ἰσχυρὰν ἐργάζεται τὴν ψυχὴν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ καὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσέχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυαρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι' ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτοὺς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσάμενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τί τὸ ὄφελος; Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπιόντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐργάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδάζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυπνίαν, ἵν' ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν. Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφορὰν, πλὴν εἰ μή πού τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνεται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκούσωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν. Πολλὰ γάρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ' ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι' ὧν φθέγγεται· Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Αὐτὸ τοῦτο τὸ εἰπεῖν, Ἤρξατο, δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καί τίς φησι σοφός· Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον εἰ μή που ἡ ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ἦν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρημίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τίς ἀντερεῖ; Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ' ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἴ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους, καὶ ἀκούσει τοῦ μὲν Ἡσαΐου λέγοντος· Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυγατρὸς τοῦ γένους μου· τοῦ δὲ Ἱερεμίου· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τοῦ δὲ Ἰεζεκιήλ· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; καὶ τοῦ Δανιὴλ θρηνοῦντος, καὶ λέγοντος, ὅτι Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη· καὶ τοῦ Ἀμώς· Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦ Ἀμβακούμ· Ἵνα τί ἔδειξάς μοι κόπους καὶ μόχθους; καὶ πάλιν· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης· καὶ τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγοντος, Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον· καὶ πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ εἰπόντος· Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακάριος Παῦλος ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.