Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-28
Not analysed yet
Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διὸ, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρὰ, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθεσις γίνεται Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεία Γραφὴ καὶ δικαίους πολλάκις σφαλέντας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὢν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγκόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνηθέντας. Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ' ἐναγώνιος ἔστω, καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραινοῦντος, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ' ἐννοῶν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ ζῇν αὐτόν. Εἶδες, ἀγαπητὲ, πῶς ἕκαστον τῶν ἐν τῇ θείᾳ Γραφῇ ἐγγεγραμμένων δι' οὐδὲν ἕτερον μνήμῃ παρεδόθη, ἀλλ' ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενα ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ' ἀδείας πρόκειται, καὶ ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θεραπείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γάρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυχικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τί γὰρ, εἰπέ μοι; Εἰσέρχεταί τις ἐνταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου· ἱκανὴν λαβὼν παραμυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμενος. Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημένους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομένων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύταις περιστάσεσι μὴ ἐπ' ἀνθρωπίνην συμμαχίαν καταφεύγειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· Αὐτοὶ ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην. Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησὶ, δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχὴν, δι' ἧς πάντα μοι τὰ δυσχερῆ κοῦφα καὶ ῥᾴδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θεραπευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, εἰ βουληθείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τούτου λέγοντος· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Εἶδες μέχρις αὐτοῦ τοῦ θανάτου τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γὰρ, Ὅλην τὴν ἡμέραν, τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τί οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν; Ἐγὼ δὲ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Εἶδες φιλοσοφίας ὑπερβολὴν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι δόλους ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιότητας φθεγγόμενοι· οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκείνων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κωφὸς, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε. Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησὶ, τῆς εἰς σὲ ἐλπίδος, οὐδείς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ σὴ ῥοπὴ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανὰς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ' αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν.