Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-32
Not analysed yet
Φέρε οὖν καὶ σήμερον τὸν φιλάνθρωπον Δεσπότην παρακαλέσαντες ὁδηγῆσαι ἡμῶν τὴν γλῶσσαν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, αὐτὰ πρότερον τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ. Οὐ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολὺς ὁ θησαυρὸς ἐναπόκειται τοῖς βραχέσι τούτοις ῥήμασιν; Ἰδοὺ γὰρ εὐθέως ξένον καὶ καινὸν τὸ προοίμιον τῶν εἰρημένων· Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πρῶτον τοῦτο εὑρίσκομεν ἐν τῇ Γραφῇ νῦν τὸ ῥηθὲν, ὅτι Ὤφθη· οὔτε γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὔτε ἐπὶ τοῦ Ἄβελ, οὔτε ἐπὶ τοῦ Νῶε, οὔτε ἐπ' ἄλλου τινὸς ταύτῃ ἐχρήσατο τῇ λέξει ἡ θεία Γραφή. Τί οὖν ἐστι τὸ εἰρημένον, Καὶ ὤφθη, φησί; Καὶ πῶς ἑτέρωθι λέγει, Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται; Τί οὖν ἂν εἴποιμεν νῦν τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη; Πῶς ὤφθη τῷ δικαίῳ; Ἆρα αὐτὴν τὴν οὐσίαν εἶδεν; Οὐχί· μὴ γένοιτο. Ἀλλὰ τί; Οὕτως ὤφθη, ὡς αὐτὸς οἶδε μόνος, καὶ ὡς ἐκείνῳ δυνατὸν ἦν ἰδεῖν. Εὐμήχανος γὰρ ὢν ὁ σοφὸς καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ συγκαταβαίνων τῇ ἀνθρωπίνῃ φύσει, τοῖς ἀξίως προπαρεσκευασμένοις ἑαυτὸν ἐμφανίζει. Καὶ τοῦτο δείκνυσι διὰ τοῦ προφήτου, λέγων, Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Ἐπεὶ καὶ Ἡσαΐας εἶδεν αὐτὸν καθήμενον· τοῦτο δὲ ἀνάξιον Θεοῦ· Θεὸς γὰρ οὐ κάθηται· πῶς γὰρ ἡ ἀσώματος ἐκείνη καὶ ἀνώλεθρος φύσις; καὶ ὁ Δανιὴλ πάλιν εἶδεν αὐτὸν, ὡς παλαιὸν ἡμερῶν· καὶ ὁ Ζαχαρίας ἑτέρως αὐτὸν ἐθεάσατο, καὶ Ἰεζεκιὴλ πάλιν ἄλλως. Διὰ τοῦτο οὖν ἔλεγεν, Ἐγὼ ὁράσεις ἐπλήθυνα, ἀντὶ τοῦ, Πρὸς τὴν ἑκάστου ἀξίαν οὕτως ὤφθην. Καὶ νῦν οὖν, ἐπειδὴ ἀνέστησε τὸν δίκαιον οἴκοθεν, καὶ προσέταξεν εἰς τὴν ἀλλοτρίαν ἐλθεῖν, παραγενόμενος δὲ, καθάπερ ἀλήτης καὶ ξένος, οὕτω περιῄει, τῶν Χαναναίων ἔτι κατοικούντων, ἐπιζητῶν ὅπου τὴν κατοίκησιν αὐτὸν ποιήσασθαι προσῆκεν· ὁ ἀγαθὸς Δεσπότης παραμυθήσασθαι αὐτὸν βουλόμενος, καὶ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν, ὥστε μὴ ναρκῆσαι, μηδὲ ἐνδοιάσαι πρὸς τὴν ἐπαγγελίαν τὴν ἤδη γεγενημένην πρὸς αὐτὸν, ὅτι Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα (καὶ γὰρ ἐναντία τῇ ἐπαγγελίᾳ ἑώρα τὰ γινόμενα ὁ δίκαιος, καὶ ὡς ἕνα τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, καὶ ἀπροστατεύτων ἑαυτὸν περιιόντα, καὶ οὐδὲ ὅπου καταχθῆναι ἔχοντα), ἵν' οὖν διεγείρῃ αὐτοῦ τὸν λογισμὸν, φησί· Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Τέως ἡ ὑπόσχεσις μεγάλη καὶ ἀκόλουθος τῇ ἐπαγγελίᾳ, δι' ἧς οἴκοθεν αὐτὸν ἀνέστησεν. Εἶπε γάρ· Μεγαλυνῶ τὸ ὄνομά σου· διὰ τοῦτο νῦν φησι πάλιν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ γὰρ ἐν γήρᾳ τυγχάνων ὁ δίκαιος ἄπαις ἦν, διὰ τὴν τῆς Σάρας στείρωσιν, ἐπαγγέλλεται αὐτῷ τῷ ἐξ αὐτοῦ τικτομένῳ τὴν γῆν παρασχεῖν. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν, πῶς προειδὼς τοῦ δικαίου τὴν ἀρετὴν, βούλεται πᾶσι κατάδηλον αὐτὸν ποιῆσαι, καὶ καθάπερ μαργαρίτην τινὰ κρυπτόμενον, οὕτω φανερὸν ἀπεργάσασθαι. Καὶ ἐπαγγελίας ἐπαγγελίαις συνάψας, καὶ μεγάλας τὰς ὑποσχέσεις ποιησάμενος, πάλιν μικρὸν διαναβάλλεται, ἵνα ταύτῃ μάλιστα δειχθῇ τοῦ πατριάρχου τὸ φιλόθεον, ὅτι καὶ ἐναντία ταῖς ὑποσχέσεσιν ὁρῶν τέως ἐκβαίνοντα τὰ πράγματα ὁ μακάριος, οὐκ ἐθορυβεῖτο, οὐδὲ διεταράττετο, ἀλλ' ἀκίνητον εἶχε τὸν λογισμὸν, πεπεισμένος ὅτι δὴ τὰ παρὰ τοῦ Θεοῦ ἅπαξ αὐτῷ ἐπαγγελθέντα βέβαια καὶ πάγια τυγχάνει. Ἀλλὰ κατὰ μικρὸν ἅπαντα διερευνησώμεθα, ἵν' οὕτω μάθωμεν καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείκνυτο, καὶ τοῦ πατριάρχου τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πῶς ὤφθη; Ὡς αὐτὸς ὁ Θεὸς μόνος οἶδε, καὶ ὡς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Οὐ γὰρ παύ[ς]ομαι τοῦτο λέγων, τὸν δὲ τρόπον ἀγνοῶ· ἀκούω δὲ μόνον τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἀκριβῶς μνημονεύετε τῶν παρὰ τοῦ Θεοῦ ὑποσχέσεων γινομένων, ἵν' ὅταν ἴδητε διαφόροις περιστάσεσι τὸν δίκαιον περιπίπτοντα, μάθητε αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ τῆς ἀνδρείας τὸ στεῤῥὸν, καὶ τοῦ περὶ τὸν Θεὸν φίλτρου τὸ βέβαιον καὶ ἀκίνητον, καὶ ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδεύησθε, μηδέποτε νομίζειν ἔργον Θεοῦ ἐγκαταλείψεως εἶναι, ἐπειδὰν ἴδητέ τινα τῶν ἐναρέτων πειρασμοῖς, ἢ ἑτέραις τισὶ θλίψεσι βιωτικαῖς περιπεπτωκότα· ἀλλ' ἐννοοῦντες τῶν οἰκονομιῶν τοῦ Θεοῦ τὸ διάφορον, παραχωρῆτε τὰ πάντα αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ. Εἰ γὰρ καὶ τὸν δίκαιον τοῦτον οὕτω φιλόθεον ὄντα, τοσαύτην ὑπακοὴν ἐπιδειξάμενον, συγχωρεῖ τοιούτων πειραθῆναι, ὧν αὐτίκα μάλα εἴσεσθε, οὐχὶ περιορῶν τὸν αὑτοῦ θεράποντα, ἀλλὰ τοῖς ἄλλοις ἅπασι βουλόμενος αὐτοῦ τὴν ἀρετὴν ἐκκαλύψαι (καὶ γὰρ ἔθος αὐτῷ τοῦτο ἐφ' ἑκάστῳ τῶν δικαίων ποιεῖν· καὶ ὅσοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε φιλότεχνοι, δυνήσεσθε ἄνωθεν καὶ ἐξ ἀρχῆς καταμανθάνοντες, οὕτως εὑρεῖν αὐτὸν οἰκονομοῦντα τῶν αὑτοῦ δούλων τὴν ζωὴν), πῶς οὐκ ἂν εἴη ἐσχάτης ἀγνωμοσύνης τὸ νομίζειν ἐγκαταλείψεως εἶναι τὴν τοσαύτην συγχώρησιν, οὐ πολλῆς δὲ μᾶλλον κηδεμονίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας τοῦτο μέγιστον ποιεῖσθαι σημεῖον; Δεικνὺς τοίνυν τὴν ὑπερβάλλουσαν δύναμιν αὐτοῦ, δύο ταῦτα ἐντεῦθεν κατασκευάζει, καὶ τῶν δούλων αὐτοῦ τὴν ὑπομονὴν καὶ τὴν ἀνδρείαν ἅπασι φανερὰν καθίστησι, καὶ τῆς προνοίας αὐτοῦ τὸ εὐμήχανον καὶ μεταξὺ τῶν δεινῶν αὐτῶν, καὶ μετὰ τὸ ἀπογνωσθῆναι σχεδὸν τὰ πράγματα, τότε πρὸς ὃ βούλεται μεθίστησιν, οὐδὲν ὑπὸ τῆς ἐν μέσῳ δυσκολίας γενομένης ἐμποδιζόμενος. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Μεγάλη ἡ ὑπόσχεσις, καὶ ποθεινὴ μάλιστα τῷ δικαίῳ. Ἴστε γὰρ ὅπως οἱ ἐν γήρᾳ φθάσαντες, μάλιστα καὶ ἐν ἀπαιδίᾳ τὸν ἅπαντα διάγοντες χρόνον, ἐπιθυμοῦσι παίδων. Τῆς ὑπακοῆς τοίνυν αὐτῷ τὴν ἀμοιβὴν διδοὺς ὁ Δεσπότης, καὶ ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλ[λ]ετο, ἀλλ' ὑπήκουσε τῷ ἐπιτάγματι, καὶ εἰς ἔργον ἤγαγε τὸ προσταχθὲν, φησί· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.