Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-31
Not analysed yet
Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης διανοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νωθείαν ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξάμενοι, οὕτω τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσώμεθα. Εἴωθε γάρ πως τὰ μὲν μετὰ πόνου καὶ ζητήσεως εὑρισκόμενα μᾶλλον ἐμπήγνυσθαι ἡμῶν τῇ διανοίᾳ· τὰ δὲ μετ' εὐκολίας, θᾶττον ἀφίπτασθαι τῆς καρδίας τῆς ἡμετέρας. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλὰ διεγείρωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρὸς τὸ βάθος αὐτὸ τῶν γεγραμμένων ὁλοσχερῶς κατοπτεύσωμεν, ἵνα δυνηθῶμεν κερδάναντές τι πλέον ἐντεῦθεν, οὕτως οἴκαδε ἐπανελθεῖν. Καὶ γὰρ πανήγυρίς ἐστι πνευματικὴ τοῦ Θεοῦ ἡ ἐκκλησία, καὶ ἰατρεῖόν ἐστι ψυχῶν, καὶ δεῖ, καθάπερ εἰς πανήγυριν παραγενομένους, πολλὴν τὴν εὐπορίαν ἐντεῦθεν συλλέξαντας, οὕτως ἐπανιέναι, καὶ καθάπερ εἰς ἰατρεῖον ἀπαντῶντας, τὰ κατάλληλα τοῖς ὑποκειμένοις πάθεσι φάρμακα λαβόντας ἐξιέναι. Οὐ γὰρ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συνεδρεύομεν, ἵνα τὰς πρὸς ἀλλήλους συντυχίας ἁπλῶς ποιησάμενοι, οὕτως ἅπαντες διαλυθῶμεν· ἀλλ' ἵνα ἕκαστόν τι τῶν χρησίμων μαθὼν, καὶ πρὸς τὸ ἐνοχλοῦν πάθος τὴν ἰατρείαν δεξάμενος, οὕτως ἐντεῦθεν ἀναχωρήσῃ. Πῶς γὰρ οὐκ ἂν εἴη τῶν ἀτοπωτάτων, τὰ μὲν παιδία τὰ ἡμέτερα εἰς διδασκαλεῖον ἀποστέλλοντας, καθ' ἑκάστην ἡμέραν ἀπαιτεῖν παρ' αὐτῶν προσθήκην τινὰ τῶν μαθημάτων, καὶ οὐκ ἄν ποτε ἀνασχοίμεθα ἁπλῶς καὶ εἰκῆ ταῦτα βαδίζειν ἐκεῖσε, εἰ μὴ ἴδωμεν καρπούμενά τι πλέον· ἡμᾶς δὲ τοὺς εἰς μέτρον ἡλικίας φθάσαντας, καὶ εἰς τὸ πνευματικὸν τοῦτο διδασκαλεῖον παραγενομένους, μὴ τὴν ἴσην ἐκείνοις σπουδὴν ἐπιδείκνυσθαι, καὶ ταῦτα ἔνθα εἰς τὴν τῆς ψυχῆς σωτηρίαν τὸ κέρδος διαβαίνει; Ἕκαστος τοίνυν ἡμῶν, παρακαλῶ, ἑαυτὸν καθ' ἑκάστην ἡμέραν διερευνάσθω, τί μὲν ἐκ τῆς ἡμερινῆς ἐκέρδανε διαλέξεως, τί δὲ ἐκ τῆς ἐπιούσης, ἵνα μὴ δόξωμεν καὶ ἡμεῖς εἰκῆ καὶ ἁπλῶς ἐνταῦθα παραγίνεσθαι. Ὅτι δὲ τοῦτο ἡμᾶς μὲν πάσης αἰτίας ἀφίησι (τὰ γὰρ καθ' ἑαυτοὺς ἅπαντα εἰσφέρομεν, καὶ οὐδὲν τῶν εἰς δύναμιν παραλιμπάνομεν), τοῖς δὲ ἀγανακτοῦσι, καὶ μετὰ ἀκριβείας μὴ προσέχουσι, καὶ καρποῦσθαί τι πλέον μὴ βουλομένοις μείζονος αἴτιον κατακρίσεως γίνεται, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς μὲν τὸν καταχώσαντα τὸ τάλαντον· Πονηρὲ δοῦλε, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἂν ἐλθὼν ἀπῄτησα αὐτὸ μετὰ τόκου· περὶ δὲ τῶν Ἰουδαίων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ νῦν ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, εἰ ἔξω τῶν ἐγκλημάτων ἐσμὲν, ἀλλὰ τὴν ὑμετέραν ἐπιθυμοῦμεν προκοπὴν, καὶ ἀκρωτηριάζεσθαι ἡμῖν ἡγούμεθα τὰ τῆς εὐφροσύνης, κἂν μυριάκις αὐτοὶ ὦμεν ἀνεύθυνοι, εἰ μὴ καὶ ὑμεῖς ἀξίαν τῶν πόνων τῶν ἡμετέρων τὴν σπουδὴν ἐπιδείξησθε. Αὕτη γὰρ ἡμῶν τῆς εὐφροσύνης ἡ ὑπόθεσις, τὸ ὁρᾷν ὑμῶν τὴν ἐν τοῖς πνευματικοῖς ἐπίδοσιν. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνέσεως πεπληρωμένοι ὄντες, δυνήσεσθε καὶ ἄλλους νουθετεῖν· ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον, ἐπαναμιμνήσκων ὑμᾶς, καὶ διεγείρων ὑμῶν τὸν ζῆλον καὶ τὴν προθυμίαν, ταῦτα συνεχῶς παραινῶ, βουλόμενος ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι Οὐ μικρὸν γὰρ καὶ τοῦτο αὐτὸ δεῖγμα ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς, τὸ μετὰ τοσαύτης προθυμίας καθ' ἑκάστην ἡμέραν ἐνταῦθα παραγίνεσθαι, καὶ ἀκορέστως ἔχειν περὶ τὴν πνευματικὴν διδασκαλίαν. Ὥσπερ γὰρ ἡ περὶ τὴν σωματικὴν τροφὴν ὄρεξις ὑγιείας ἂν εἴη μεγίστης σημεῖον· οὕτως ἡ περὶ τὴν πνευματικὴν διδασκαλίαν ἐπιθυμία τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἂν εἴη ἐναργέστατον. Διά τοι τοῦτο κἀγὼ εἰδὼς ὑμῶν τὸν πόθον, καὶ ὅτι κἂν μυριάκις παρατείνω τὴν διδασκαλίαν, οὐδὲ οὕτως ἐμπλῆσαι ὑμῶν δύναμαι τὴν ἐπιθυμίαν, καὶ κόρον ἐμποιῆσαι τῆς τροφῆς ταύτης τῆς πνευματικῆς, οὐ παύσομαι κατὰ δύναμιν τὴν ἐμὴν, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παρέχῃ, εἰς ὠφέλειαν ὑμετέραν ταῦτα ἐφ' ἑκάστης ὑμῖν παρατιθεὶς, καὶ τὰ ἀπὸ τῶν θείων Γραφῶν διδάγματα ἐναποτιθέμενος ταῖς ὑμετέραις διανοίαις.