Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΛΔʹ Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-34
Not analysed yet
Καὶ τοῦτο ἐφ' ἑκάστῳ τῶν παρ' ἡμῶν ἐπιτελουμένων εὑρήσει τις παρ' αὐτοῦ γινόμενον. Τί γὰρ, εἰπέ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ' ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τί λέγω δύο ὀβολούς; Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτου μεγάλας ὁρίζει τὰς ἀμοιβὰς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφανῶν τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ' αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι. Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφανοῖ· ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔνστασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰπεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένῃ κατάδηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτιμήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γὰρ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις, τότε ἐπήγαγε, Γενηθήτω σοι ὡς θέλεις. Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρήσας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λὼτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστήσῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ' ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τίνας λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βουλομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεία Γραφὴ, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λὼτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλιστεύουσαν, εὐθέως ἐπήγαγε· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· μονονουχὶ ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφροσύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ' ἐμοῦ δαψιλεῖς τὰς ἀμοιβάς. Ἀναβλέψας, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ' αὐτοῦ γινόμενα; Δι' αὐτῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι' ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθάπερ γὰρ ἐκεῖνος ἔλεγεν, Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; διαχωρίσθητι ἀπ' ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· ὅτι πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γὰρ, φησὶν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβουλήθη, τὴν δὲ ὑπολειφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέᾳ ἐξ ἑκατέρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυσθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσασθαι; θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασιλείας ἀντάξια ῥήματα, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψίλειαν οὐκ ἠδύνατο κἀκείνου τὴν ἔνδειαν παραμυθήσασθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθὸν, καὶ σὺ τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν.