Ancient Greek
ΟΜΙΛΙΑ ΛΔʹ Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-33
Not analysed yet
Κατεμάθετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερβολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρωτείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστεῖλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἐκποδὼν ποιῆσαι. Τοῦτον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶμεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κἂν εὐηργετημένοι τύχωσι παρ' ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνωμεν, κἂν ὑποδεέστεροι εἶεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμενοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν καταστέλλωμεν. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην διδασκαλίαν ποιούμενος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τί γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν δὲ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λογισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὐδὲν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότερον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν περιβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπουδάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχὴν, ἐν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινομένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πρᾶον, τὸ ταπεινὸν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἢ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ περιγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασώζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθωκότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομένην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. Καὶ Μωϋσῆς ἦν, φησὶ, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς. Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυΐδ φησιν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ παρ' ἑαυτοῦ εἰσενεγκὼν, τῶν μειζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἐκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ἀμοιβῆς, καὶ ὅπως ἐκ πολλῆς τῆς περιουσίας μείζονος ἀξιοῖ τῆς ἀντιδόσεως τὸν πατριάρχην. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ μικρόν τι εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ' ἑαυτοῦ ἀμοιβὰς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ' ἡμῶν γεγονότα.