Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ Μʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-40
Not analysed yet
Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνάμεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσας, Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν, ἀντὶ τοῦ, περιχαρὴς ἐγένετο· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταέτει παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαίφνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦτον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαὴλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως με παρεμυθήσω, καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γὰρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἢ ἐνενόησά ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ' οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἄγαρ μοι παρέδωκεν, ἀπαγορεύσασα τὰ καθ' ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗτος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζήτω ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέτερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώμης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασάνισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντη ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ' ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεώς εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ διανοίᾳ λογισμούς σου κινηθέντας παρωσάμενος, δέχου ἱκανὴν πληροφορίαν ἐκ τῶν παρ' ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνή σου, ἣν νομίζεις διά τε τὴν στείρωσιν, διά τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδού σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Οὗτος γάρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν, δι' ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρὸν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παράκλησιν δεξάμενος. Ἐπήκουσα γάρ σου τῆς δεήσεως, Καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Ἐπειδὴ γὰρ, φησὶ, σὸν σπέρμα ἐστὶν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφόδρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομίσατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι Ὅστις ἂν καταλίπῃ πατέρα ἢ μητέρα, ἢ οἰκίαν ἢ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μικρὸν πολλὴν τὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθὼν, οὕτω περίβλεπτος γέγονε καὶ περιφανὴς, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἴ τις εὐγνωμόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατονταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώθη, τίς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δὲ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πατριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τιμὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονὴ, ὅσον ἐστὶν ἀρετὴ, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐεργεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ' ἑαυτοῦ εἰσέφερεν, εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῶς ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοῦ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακούσας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἦν ἐτῶν, φησί· νυνὶ δὲ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς.