Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ Μʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-39
Not analysed yet
Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιήσατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευματικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ' ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ' ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν' οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε. Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ' ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ' ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων, θάρσησον τοῖς παρ' ἐμοῦ λεγομένοις. Εὐλογήσω γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδοποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην. Ἀλλ' ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησὶ, ἐλογίζετο καθ' ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούων Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη· καὶ πάλιν, Ἐξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται· οὐκ ἔχων ὅ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλόθεος ὢν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλικίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν.