Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΜΑʹ Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-41
Not analysed yet
Ἀλλ' ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν. Ὢ κακία οἰκέτου. ὢ ἀγνωμοσύνης ὑπερβολὴ, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ' ὅτι καὶ ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε. Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτεσθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ' ἄκουε λοιπὸν, ἀγαπητὲ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ δεσπότης; Πονηρὲ δοῦλε. Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλῆξαι ἡ ἀπειλή. Εἰ ᾔδεις, φησὶν, ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό· ἀργύριον λέγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἦν, φησὶ, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἦν τὸ παρ' ἐκείνων ἀπαιτῆσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τί ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται; Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἀπηγόρευσε τὸν τόκον λαμβάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέτησε λέγων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῷ νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ' ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευματικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοὶ, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε πάγια ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν, ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπέρ τε τῆς οἰκείας σωτηρίας, ὑπέρ τε τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ' ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ' ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρπάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα. ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπικείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθείς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέποτε λέγε, ὅτι Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἤνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξεται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ' ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίσταται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ' ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς διδοὺς, τὰ ἄλλα πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδὴν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα. Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδᾶναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν εὐφροσύνην, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.