Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΜΑʹ Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-40
Not analysed yet
Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς διδασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ' ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρικτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι. καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμετέρα νουθεσία, οὔτε ἡ πεῖρα αὐτὴ, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, διδασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποίᾳ λοιπὸν προθυμίᾳ τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ' ἡμῶν λεγομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολὴν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ' ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖδας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀποπτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλλοντας, πολλάκις ἀποστρέφονται τὴν ῥᾳθυμίαν διορθούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες. Ἀλλ' ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολλάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνεται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλικίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνεται τοῖς παισίν. Ἀλλ' ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλοστοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προθυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπότου εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ' οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτός ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πεπληρώκαμεν, ἀλλὰ βουλόμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἣν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί εἰσιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ' ἴσως εἴποι τις ἂν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν διδασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ' ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδάσκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν. ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. Οἰκοδεσπότης τις, φησὶν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδωκεν ᾧ μὲν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ δεσπότου φιλανθρωπία. Τί γάρ φησιν; Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Ἐπειδὴ, φησὶ, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πιστευθεῖσι τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. Προσῆλθε δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰληφὼς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδωκας; Ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔνοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τὰ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδὴ, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίηκεν, ἀλλ' ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ' ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν.