Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-44
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι, ὅταν ἀμελῶμεν, κἂν δίκαιοι ὦσιν οἱ ὑπὲρ ἡμῶν παρακαλοῦντες, κἂν προφῆται, οὐδὲν ἡμῖν ἐκ τούτου ὄφελος γίνεται (ἐκεῖνοι μὲν γὰρ τὴν ἑαυτῶν ἀρετὴν καὶ διὰ τούτων ἐπιδείκνυνται, ἡμῖν δὲ οὐδεμία ἔσται ὄνησις διὰ τὸν οἰκεῖον τρόπον), ἄκουσον τοῦ τῶν ὅλων Θεοῦ πρὸς τὸν ἐκ κοιλίας ἁγιασθέντα Ἱερεμίαν τὸν προφήτην λέγοντα· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ὅρα τοῦ Δεσπότου φιλανθρωπίαν· προλέγει τῷ προφήτῃ, ἵνα μὴ μετὰ τὸ προσεύξασθαι παρακουσθεὶς, νομίσῃ ὅτι διὰ τὴν παρ' αὐτοῦ αἰτίαν τοῦτο γεγένηται. Διὰ τοῦτο ἤδη προμηνύει αὐτῷ τὴν κακίαν τοῦ λαοῦ, καὶ διαστέλλεται μὴ προσεύξασθαι, ἵνα καὶ αὐτὸς εἰδέναι ἔχῃ τῆς πονηρίας ἐκείνων τὴν ἐπίτασιν, κἀκεῖνοι μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὁ προφήτης συμβάλλεται, εἰ μὴ καὶ αὐτοὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθῶσιν. Ὅπερ εἰδότες, ἀγαπητοὶ, καταφεύγωμεν μὲν ἐπὶ τὰς τῶν ἁγίων πρεσβείας, καὶ παρακαλῶμεν ὥστε ὑπὲρ ἡμῶν δεηθῆναι, ἀλλὰ μὴ ταῖς ἐκείνων ἱκεσίαις μόνον θαῤῥῶμεν, ἀλλὰ καὶ αὐτοὶ τὰ καθ' ἑαυτοὺς δεόντως οἰκονομῶμεν, καὶ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς ἐχώμεθα, ἵνα χώραν δῶμεν τῇ πρεσβείᾳ τῇ ὑπὲρ ἡμῶν γινομένῃ. Τοῦτο καὶ πρὸς ἕτερον προφήτην φησὶν ὁ τῶν ἁπάντων Δεσπότης· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Θυμιῶσι στέαρ, καὶ χαυῶνας ποιοῦσι τῇ στρατιᾷ τοῦ οὐρανοῦ· μονονουχὶ λέγων πρὸς αὐτόν· Ὑπὲρ τούτων με παρακαλεῖς, τῶν οὐχ ἱσταμένων τῆς πονηρίας, τῶν οὐδεμίαν αἴσθησιν λαμβανόντων τῆς νόσου ἐν ᾗ κατέχονται, ἀλλ' οὕτως ἀναλγήτως διακειμένων; Οὐχ ὁρᾷς αὐτῶν τὴν ὑπερβάλλουσαν καταφρόνησιν; οὐ βλέπεις αὐτῶν τὴν μανίαν τὴν πολλήν; πῶς οὐδέπω κόρον εἰλήφασι τῆς ἀσεβείας, ἀλλὰ καθάπερ ὗς ἐν βορβόρῳ, οὕτως ἐγκαλινδοῦνται ταῖς οἰκείαις παρανομίαις; Μὴ γὰρ, εἰ ἐβούλοντο ἐπιστρέφειν, παρακληθῆναι ἀνέμενον; Οὐκ ἐγώ εἰμι ὁ διὰ τῶν προφητῶν βοῶν καὶ λέγων· Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτήν· Μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε; Μὴ γὰρ ἕτερόν τι ζητῶ, ἢ παύσασθαι τῆς πονηρίας μόνον, καὶ στῆναι τῶν κακῶν; μὴ γὰρ ὑπὲρ τῶν παρελθόντων εὐθύνας ἀπαιτῶ, ἐὰν ἴδω μεταβάλλεσθαι βουλομένους; οὐ καθ' ἑκάστην ἡμέραν βοῶ λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Οὐ διὰ τοῦτο πάντα ποιῶ, ἵνα τῆς ἀπωλείας ἐξαρπάσω τοὺς ἐπὶ τῇ πλάνῃ προκατειλημμένους; Μὴ γὰρ, ἐὰν ἴδω μεταβαλλομένους, ὑπερτίθεμαι; Οὐκ ἐγώ εἰμι ὁ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι; Μὴ γὰρ οὕτως αὐτοὶ ἐπιθυμοῦσι τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐμοὶ περισπούδαστόν ἐστιν ἅπαντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Μὴ γὰρ διὰ τοῦτό σε ἀπὸ τοῦ μὴ ὄντος παρήγαγον, ἵνα ἀπολέσω; μὴ γὰρ εἰκῆ τὴν βασιλείαν καὶ τὰ μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ ηὐτρέπισα; Οὐχὶ διὰ τοῦτο καὶ γέενναν ἠπείλησα, ἵνα εἰς τὴν βασιλείαν ἅπαντας καὶ διὰ τούτου δραμεῖν παρασκευάσω; Μὴ τοίνυν, ὦ μακάριε προφῆτα, ἐκείνους καταλιμπάνων, ἐμοὶ πρόσαγε τὴν παράκλησιν, ἀλλ' ἕν σοι τοῦτο διὰ σπουδῆς ἔστω, ὥστε τῆς ἐκείνων νόσου περιγενέσθαι, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῆς ἀῤῥωστίας, καὶ πρὸς ὑγίειαν ἐπαναγαγεῖν, καὶ τὰ παρ' ἐμοῦ πάντως ἕψεται. Οὐ γὰρ μέλλω, οὐδὲ ἀναβάλλομαι, ἐπειδὰν ἴδω ψυχὴν εὐγνώμονα· ἓν γὰρ μόνον ἐπιζητῶ, ὁμολογίαν τῶν ἐπταισμένων καὶ οὐκ ἔτι τὴν ἐπὶ τοῖς ἐπταισμένοις δίκην ἐπάγω. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς τὸ παρ' ἐμοῦ προτεινόμενον; Εἰ μὴ ᾔδειν χείρους γινομένους, ἐκ τοῦ μὴ ὁμολογῆσαι τὰ πρότερα ἁμαρτήματα, οὐκ ἂν οὐδὲ τοῦτο ἐζήτουν. Ἀλλ' ἐπειδὴ οἶδα τὸ τῶν ἀνθρώπων γένος μᾶλλον πρὸς κακίαν ῥέπον, διὰ τοῦτο βούλομαι τὰ πρότερα ὁμολογῆσαι ἁμαρτήματα, ἵνα ἡ ὁμολογία κώλυμα αὐτοῖς γένηται πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν.