Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-43
Not analysed yet
Ἡ κατὰ τὴν Σαμαρεῖτιν ὑπόθεσις ἱκανῶς ἡμᾶς χθὲς ἐδίδαξε καὶ τοῦ Δεσπότου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν περὶ αὐτὴν κηδεμονίαν, καὶ ἐκείνης τὴν εὐγνωμοσύνην. Εἴδετε πῶς ὕδωρ αἰσθητὸν ὑδρεύσασθαι παραγενομένη, ἐκ τῆς νοητῆς πηγῆς τὰ θεῖα νάματα ἀρυσαμένη, οὕτως οἴκαδε ἐπανῆλθε, πληροῦσα τὸ παρὰ τοῦ Δεσπότου εἰρημένον· Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐμφορηθεῖσα γὰρ αὕτη τῆς θείας ἐκείνης καὶ πνευματικῆς πηγῆς, οὐ κατέσχεν εἴσω τὰ νάματα, ἀλλ' ὑπερβλύζουσα, ὡς εἰπεῖν, ἐκχέει καὶ εἰς τοὺς τὴν πόλιν οἰκοῦντας τῆς παρασχεθείσης αὐτῇ δωρεᾶς τὸ χάρισμα, καὶ κήρυξ ἐγένετο ἀθρόον ἡ γυνὴ, ἡ Σαμαρεῖτις, ἡ ἀλλόφυλος. Εἴδετε ὅσον ἐστὶ ψυχῆς εὐγνωμοσύνη, εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως οὐδενὸς ὑπερορᾷ, ἀλλὰ κἂν ἐν γυναικὶ, κἂν ἐν πενίᾳ, κἂν ὅπου δήποτε εὕρῃ διεγηγερμένην ψυχὴν καὶ ζέουσαν, παραχρῆμα τὴν παρ' ἑαυτοῦ χάριν ἐπαφίησι. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὴν γυναῖκα ταύτην, καὶ μετὰ πολλῆς προσοχῆς δεχώμεθα τὰ παρὰ τοῦ Πνεύματος διδάγματα. Οὐδὲ γὰρ ἡμέτερά ἐστι τὰ λεγόμενα, οὐδὲ ἐξ οἰκείας γλώττης φθεγγόμεθα, ἅπερ ἂν εἴπωμεν, ἀλλ' ἐκ τῆς τοῦ Δεσπότου φιλανθρωπίας ὁδηγούμενοι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν καὶ τὴν οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Μὴ τοίνυν πρὸς ἐμὲ τὸν λέγοντα ἀπίδῃς, ἀγαπητὲ, μηδὲ πρὸς τὴν εὐτέλειαν τὴν ἐμὴν, ἀλλ' ὅτι τὰ παρὰ τοῦ Δεσπότου διακομίζω, καὶ πρὸς τὸν ἀποστείλαντα ἔχων τὴν διάνοιαν τεταμένην, οὕτω μετὰ νήψεως δέχου τὰ λεγόμενα. Ἐπεὶ καὶ ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν, ἐπειδὰν ὁ βασιλεὺς, ὁ τὸ διάδημα περικείμενος, γράμματα διαπέμψηται, ὁ μὲν ἐπιφερόμενος ταῦτα καθ' ἑαυτὸν μὲν οὐδενὸς λόγου ἄξιος τυγχάνει, ἀλλ' εὐτελής τίς ἐστι, καὶ πολλάκις οὐδὲ προγόνους ἀριθμεῖν ἔχων, ἀλλ' ἀνώνυμος καὶ ἐξ ἀνωνύμων· ἀλλ' οὐκ ἐκείνῳ προσέχουσιν οἱ ταῦτα δέχεσθαι μέλλοντες, ἀλλὰ διὰ τὰ τοῦ βασιλέως γράμματα πολλὴν κἀκείνῳ τιμὴν ἀπονέμουσι, καὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ φόβου καὶ πολλῆς τῆς ἡσυχίας δέχονται. Εἰ τοίνυν ἐκεῖνος ἀνθρώπου ἐπαγόμενος γράμματα, καὶ χάρτην ἁπλῶς ἐπιφερόμενος, παρὰ πᾶσιν ἐναποδέχεται, πολλῷ μᾶλλον ὑμεῖς ἂν εἴητε δίκαιοι τὰ παρὰ τοῦ Πνεύματος δι' ἡμῶν ὑμῖν πεμφθέντα λόγια μετὰ πολλῆς τῆς προσοχῆς ὑποδέχεσθαι, ἵνα τῆς εὐγνωμοσύνης πολλὴν κομίσησθε τὴν ἀμοιβήν. Ἐὰν γὰρ ἴδῃ ὁ τῶν ὅλων Δεσπότης τῆς ψυχῆς ὑμῶν τὴν προθυμίαν, καὶ ἡμῖν δαψιλεστέραν παρέξει τὴν χορηγίαν διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, καὶ ὑμῖν πλείονα δωρήσεται τὴν σύνεσιν, ὥστε συνιέναι τὰ λεγόμενα. Δαψιλὴς γὰρ ἡ τοῦ Πνεύματος χάρις, καὶ εἰς πάντας ἐκχεομένη οὐδένα μερισμὸν ὑπομένει, ἀλλὰ τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ ὅσῳ ἂν πλείους ὦσιν οἱ ταύτης μετέχοντες, τοσούτῳ καὶ τὰ τῆς χάριτος ἐπὶ πλέον ἐκτείνεται. Φέρε οὖν, εἰ δοκεῖ, καὶ σήμερον τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων ἐπιλαβώμεθα, καὶ ἴδωμεν ὅπου τὸν λόγον κατελύσαμεν, καὶ ὅθεν αὐτὸν ἀναλαβεῖν σήμερον προσῆκε. Ποῦ οὖν τὸν λόγον πρώην προσορμίσαντες, οὕτω τῆς διδασκαλίας ἐπαυσάμεθα; Τὰ κατὰ τὸν Λὼτ ὑμῖν διηγούμενοι, καὶ τὸν τῶν Σοδόμων ἐμπρησμὸν, ἐκεῖ τὸν λόγον ἐστήσαμεν, ὅπου ὁ δίκαιος εἰς τὴν Σηγὼρ διεσώθη. Ὁ ἥλιος γὰρ ἐξῆλθεν ἐπὶ τῆς γῆς, φησὶ καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ τότε ἡ θεήλατος ἐκείνη ὀργὴ τούς τε ἐν Σοδόμοις κατέλαβε, καὶ τῆς γῆς τὸν ἀφανισμὸν εἰργάσατο, ὅτε καὶ ἡ γυνὴ τοῦ δικαίου ἐπιλαθομένη τῶν ῥηθέντων παρὰ τῶν ἀγγέλων, ἐπιβλέψασα εἰς τὰ ὀπίσω, ἐγένετο στήλη ἁλὸς, διηνεκὲς ὑπόμνημα ταῖς μετὰ ταῦτα γενεαῖς τῆς οἰκείας ῥᾳθυμίας παρεχομένη. Ἀναγκαῖον οὖν σήμερον τὰ ἑξῆς ἐπελθόντας μικρά τινα διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, ἵνα πάλιν εἰδῆτε τοῦ πατριάρχου τὸ συμπαθὲς καὶ φιλόστοργον, καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Ἐπειδὴ γὰρ, τῆς ἀνατολῆς τοῦ ἡλίου γενομένης, ὁ μὲν δίκαιος Λὼτ εἰς τὴν Σηγὼρ διεσώθη, οἱ δὲ τὰ Σόδομα κατοικοῦντες ὑπὸ τὴν δίκην γεγόνασιν, ὁ πατριάρχης ὁμοῦ κἀκείνους οἰκτείρων τῆς ἀπωλείας, ἣν διὰ τὴν οἰκείαν παρανομίαν ὑπέμειναν, καὶ περὶ τοῦ δικαίου σφόδρα φροντίζων, ὀρθρίσας, φησὶ, περιεσκόπει τὰ γεγενημένα. Ὤρθρισε γὰρ, φησὶν, Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον τῆς περιχώρου Σοδόμων καὶ Γομόῤῥας, καὶ εἶδε. Καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. Ἐν ἐκείνῳ, φησὶ, τῷ τόπῳ γεγονὼς, ἔνθα τὴν διάλεξιν πρὸς τὸν Δεσπότην ἐποιήσατο, καὶ τὴν περὶ τῶν ἐν Σοδόμοις παράκλησιν, ἑώρα τῆς φοβερᾶς ἐκείνης τιμωρίας τὰ ἴχνη, καὶ τοῦ δικαίου ἕνεκεν μαθεῖν τι ἐπεθύμει. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος, φιλόστοργον καὶ συμπαθητικόν. Καὶ ἵνα διδάξῃ ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι εὐθέως αὐτῷ τούτου τὴν γνῶσιν ἐνέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ὁμοῦ δὲ καὶ τὸν δίκαιον ἵνα τῆς περὶ τοῦ Λὼτ ἀπαλλάξῃ φροντίδος, φησίν· Ἐν τῷ ἐκτρῖψαι Κύριον τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς. Τί ἐστιν, Ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραάμ; Τῆς παρακλήσεως, φησὶν, ἧς ἐποιήσατο, λέγων, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Τί οὖν, ἂν εἴποι τις, διὰ τὴν παράκλησιν τοῦ πατριάρχου ὁ δίκαιος διεσώθη, καὶ οὐχὶ διὰ τὴν ἰδίαν δικαιοσύνην; Ναὶ, καὶ διὰ τὴν παράκλησιν τοῦ πατριάρχου· ὅταν γὰρ τὰ παρ' ἑαυτῶν συνεισενέγκωμεν, καὶ ἡ παρὰ τῶν δικαίων πρεσβεία τὰ μέγιστα ἡμᾶς ὀνίνησιν. Ἐπεὶ ἐὰν αὐτοὶ μὲν ῥᾳθυμῶμεν, τὰς δὲ ἐλπίδας τῆς ἡμετέρας σωτηρίας ἐπ' ἐκείνοις μόνοις ποιώμεθα, οὐδὲν ἡμῖν ἔσται πλέον· οὐκ ἐπειδὴ ἀσθενεῖς οἱ δίκαιοι, ἀλλ' ἐπειδὴ ἡμεῖς διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτοὺς προδίδομεν.