Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ Μϛʹ Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-46
Not analysed yet
Ταῦτα πάντα, φησὶν, ἅπερ σοι νῦν διαλέγεται περὶ τοῦ Ἰσμαὴλ καὶ τῆς Ἅγαρ, κατάδεξαι, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Μὴ θελήσῃς λυπῆσαι τὴν ἐν παντὶ τῷ χρόνῳ τοσαύτην περὶ σὲ τὴν φιλοστοργίαν ἐπιδειξαμένην, τὴν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον, ἵνα τοῦ θανάτου σε ἐξαρπάσῃ, ἑαυτὴν ἐκδεδωκυῖαν ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ ὑπόθεσίν σοι γενομένην τοσαύτης περιφανείας· καὶ πρότερον μὲν μετὰ τοσούτου πλούτου ἀπὸ τῆς Αἰγύπτου ἐπανελθεῖν πεποιηκυῖαν· μετὰ ταῦτα δὲ τοσαύτης τιμῆς ποιήσασαν ἀξιωθῆναί σε ὑπὸ τοῦ Ἀβιμέλεχ. Μὴ τοίνυν ἀνάσχῃ ἐναντία τοῖς παρ' αὐτῆς λεγομένοις βουλεύσασθαι· καὶ γὰρ οὐδὲ ἄλλως ἔσται. Ἐν γὰρ τῷ Ἰσαὰκ τῷ παρ' αὐτῆς τεχθέντι τὸ σπέρμα σοι κληθήσεται, καὶ οὗτος ἔσται σου κληρονόμος. Καὶ τὸν υἱὸν δὲ τοῦτον τῆς παιδίσκης αὐξηθῆναι παρασκευάσω, καὶ εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ἐπειδὴ σπέρμα σόν ἐστι. Ποίει οὖν τὰ παρ' αὐτῆς σοι λεγόμενα, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Ἐννόησόν μοι λοιπὸν, ὅση ἀθρόον ἡ εἰρήνη καὶ ἡ ὁμόνοια εἰς τὸ συνοικέσιον αὐτῶν ἐπολιτεύετο, τῆς τοῦ Θεοῦ ἀγαθότητος τὸν σύνδεσμον αὐτῶν συσφιγγούσης. Ἀνέστη γὰρ, φησὶ, τῷ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἅγαρ, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. Ὅρα μοι πάλιν τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ ὅπως διὰ πάντων τὸν φιλόθεον αὐτοῦ σκοπὸν δείκνυσιν. Ὅτε μὲν γὰρ ἤκουσε τῆς Σάῤῥας λεγούσης, Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, πονηρὸν αὐτῷ ἐφάνη, ἐπειδὴ φιλοστόργως πρὸς τὸν Ἰσμαὴλ διέκειτο· ἐπειδὴ δὲ ὁ Δεσπότης ἐκέλευσεν, εὐθέως ἐποίει τὸ ἐπιταχθὲν, καὶ ἐπελανθάνετο τῆς φυσικῆς φιλοστοργίας. Ὅταν γὰρ, φησὶν, αὐτὸς ἐπιτάττῃ, σχολαζέτω πάντα τὰ πάθη· ὁ γὰρ τῆς φύσεώς ἐστι Δεσπότης ὁ κελεύων. Λαβοῦσα τοίνυν ἡ παιδίσκη, φησὶ, τοὺς ἄρτους καὶ τὸν ἀσκὸν τοῦ ὕδατος, ἐξῄει μετὰ τοῦ παιδίου. Ἀλλ' ὅρα μοι πάλιν, διὰ τὴν πρὸς τὸν δίκαιον εὔνοιαν πῶς καὶ αὐτὴ ἀξιοῦται τῆς κηδεμονίας τῆς ἄνωθεν. Ἀπελθοῦσα τοίνυν ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ τοῦ ὕδατος ἀναλωθέντος, καὶ οὐδεμίαν οὐδαμόθεν εὑρίσκουσα παραμυθίαν, Ἔῤῥιψε, φησὶ, τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· καὶ διακοπτομένη τὰ σπλάγχνα, καὶ ὑπὸ τῆς ὀδύνης συνεχομένη καὶ τῆς πρὸς τὸ παιδίον φιλοστοργίας, Ἐκάθητο, φησὶν, ἀπέναντι αὐτοῦ, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. Καὶ ἐκάθισεν ἀπέναντι παιδίου. Καὶ ἀναβοῆσαν τὸ παιδίον ἔκλαυσεν. Ἀλλ' ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς, καὶ πατρὸς καὶ μητρὸς φιλοστοργίαν εἰς τὴν περὶ ἡμᾶς κηδεμονίαν ὑπερακοντίζων, Εἰσήκουσε τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· ᾤκτειρε τὸ παιδίον, ἠλέησε τὴν συμφορὰν τῆς Ἅγαρ· συνεχώρησεν αἴσθησιν αὐτὴν λαβεῖν τῆς ἐρημίας, καὶ εὐθέως τὴν παρ' ἑαυτοῦ ἀντίληψιν ἐχαρίσατο. Καὶ ἐκάλεσε, φησὶν, ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν. Ἀνάστηθι, λάβε τὸ παιδίον, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Ὢ φιλανθρωπίας Δεσπότου. Οὐκ ἐπειδὴ παιδίσκη ἦν, ὑπερεῖδεν αὐτὴν, ἀλλ' ἐπειδὴ ἐπαγγελίαν ἐποιήσατο πρὸς τὸν πατριάρχην, καὶ ἐπειδὴ ἐκείνου τὸ σπέρμα ἐτύγχανε, τοσαύτης προνοίας καὶ αὐτὴν ἀξιοῖ, καί φησι· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπήκουσε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου. Ἀνάστηθι καὶ λάβε αὐτὸ, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Μὴ ἀθύμει, φησὶ, διὰ τὸ ἐκβληθῆναί σε τῆς οἰκίας. Τοσαύτης γὰρ ἀπολαύσεται τῆς παρ' ἐμοῦ προνοίας, ὡς καὶ εἰς ἔθνος μέγα γενέσθαι καὶ αὐτό. Καὶ ἤνοιξε, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτῆς· οὐκ ἐπειδὴ πρὸ τούτου οὐχ ἑώρα, ἀλλ' ἐπειδὴ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲν αὐτῇ ὄφελος, ἐγένετο πρὸ τῆς ἄνωθεν ἐπισκοπῆς. Διὰ τοῦτο, ὅτε ἐβουλήθη τὴν παρ' ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι, φησὶν, Ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτῆς· ἀντὶ τοῦ, Ὑπέδειξεν αὐτῇ ἀγνοούσῃ, τὴν διάνοιαν αὐτῆς διέγειρεν, ὡδήγησεν αὐτὴν, ὥστε ἰδεῖν τὸν τόπον τὸν ἀναβλύζοντα τοῦ ὕδατος τὰς πηγάς. Καὶ εἶδε, φησὶ, φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν, καὶ ἐπότισε τὸ παιδίον. Ἐν ἀπόροις πόρον ἐχαρίσατο ὁ Κύριος, καὶ ἐν ἀμηχανίᾳ τοιαύτῃ τυγχανούσῃ καὶ οὐδεμίαν ἐλπίδα σωτηρίας ἐχούσῃ, τὴν οἰκείαν φιλοτιμίαν εἰς αὐτὴν ἐπεδείξατο, ὁμοῦ καὶ αὐτὴν παραμυθησάμενος, καὶ τοῦ παιδίου τὴν πρόνοιαν ποιησάμενος. Οὕτως ὅταν βούληται ὁ Θεὸς, κἂν ἐν ἐρημίᾳ ὦμεν, κἂν ἐν αὐτοῖς τοῖς ἐσχάτοις κακοῖς, κἂν μηδεμίαν ἐλπίδα σωτηρίας ἔχωμεν, οὐδενὸς ἑτέρου δεησόμεθα, τῆς τοῦ Θεοῦ ῥοπῆς τὰ πάντα ἡμῖν γινομένης. Ἐὰν γὰρ τὴν παρ' αὐτοῦ εὔνοιαν ἐπισπασώμεθα, οὐδεὶς ἡμῶν περιέσται, ἀλλὰ πάντων ἐσόμεθα ὑψηλότεροι. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, φησὶ, καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ. Οὕτως ὅταν εὐμενῆ τὸν Θεὸν ἔχωμεν, κἂν ἐν ἐρήμῳ ὦμεν, τῶν ἐν ταῖς πόλεσι διαγόντων ἀσφαλέστερον διατρίψομεν. Μεγίστη γὰρ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Καὶ ἵνα μάθῃς ὅπως ὁ ἐν ἐρήμῳ τυγχάνων τοῦ ἐν μέσαις ταῖς πόλεσι διατρίβοντος, καὶ πολλῆς τῆς ἀνθρωπίνης συμμαχίας ἀπολαύοντος, καὶ ἀσφαλέστερος καὶ δυνατώτερος καθέστηκεν, ἴδωμεν πῶς ὁ μὲν Δαυῒδ τόπους ἐκ τόπων ἀμείβων, καὶ καθάπερ ἀλήτης διάγων, ὑπὸ τῆς ἄνωθεν χειρὸς ἐτειχίζετο· ὁ δὲ Σαοὺλ ἐν μέσαις ταῖς πόλεσι τυγχάνων, καὶ στρατόπεδα τοσαῦτα ἐπαγόμενος, καὶ δορυφόρους καὶ ὑπασπιστὰς ἔχων, καθ' ἑκάστην ἡμέραν ἐδεδοίκει καὶ ἔτρεμε τῶν πολεμίων τὴν ἔφοδον. Καὶ ὁ μὲν, μόνος ὢν, καὶ οὐδένα ἔχων μεθ' ἑαυτοῦ ἕτερον, οὐκ ἐδεῖτο τῆς παρὰ τῶν ἀνθρώπων συμμαχίας· ὁ δὲ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα ἔχων, τῆς παρὰ τούτου βοηθείας ἔχρῃζεν· ὁ βασιλεὺς τοῦ ποιμένος ἐδεῖτο, καὶ ὁ τὸ διάδημα περικείμενος τοῦ ἰδιώτου.