Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Μϛʹ Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-45
Not analysed yet
Φέρε καὶ σήμερον, ἀγαπητοὶ, τὴν ἀκολουθίαν τῶν χθὲς εἰρημένων ἀναλαβόντες, οὕτω τὴν ἑστίασιν ὑμῖν παραθῶμεν ταύτην τὴν πνευματικὴν, ἵνα μάθωμεν πάλιν, καθάπερ χθὲς ἠκούσατε, τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν καὶ συγκατάβασιν, καὶ τοῦ πατριάρχου τὴν πολλὴν ὑπακοὴν καὶ εὐγνωμοσύνην. Εἴδετε ὅπως ἡ τοῦ Ἰσαὰκ γέννησις περιχαρῆ τὴν Σάῤῥαν ἐποίησεν; Εἶπε γὰρ, φησὶ, Γέλωτά μοι ἐποίησεν ὁ Θεός· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Ἕκαστον, φησὶ, τῶν ἀκουόντων εἰς κοινωνίαν τῆς χαρᾶς ἐπισπάσομαι. Μεγάλη γάρ ἐστιν ἡ παρὰ τοῦ Θεοῦ παρασχεθεῖσά μοι δωρεὰ, καὶ ὑπερβαίνουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. Τίς γὰρ, φησὶν, οὐκ ἂν ἐκπλαγείη ὁρῶν ἐμὲ γαλακτοτροφοῦσαν καὶ τιθηνουμένην, τὴν ἐν ἐσχάτῳ γήρᾳ καὶ μέχρι τοῦ παρόντος ἐν ἀπαιδίᾳ γεγενημένην; Καὶ ὡσανεὶ θαυμάζουσα καὶ ἐκπληττομένη τὸ γεγονὸς, ἐπήγαγε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ἐπειδὴ ὑπὲρ φύσιν ἐστὶ τὸ γεγονὸς, διὰ τοῦτό φησι, Τίς ἀναγγελεῖ; ἀντὶ τοῦ, Τίς ἀναλογίσεται; τίς ἂν ἐνθυμηθείη; ποία διάνοια καταλαβεῖν δυνήσεται; ποῖος λογισμὸς εὑρεῖν ἱκανὸς τοῦ γεγενημένου τὴν ἀκρίβειαν; Οὐχ οὕτω θαυμαστὸν ἦν, τὸ ἐκ τῆς πέτρας κατὰ τὴν ἔρημον ἀναβλύσαι τὰς πηγὰς τῶν ὑδάτων, ἡνίκα τῇ ῥάβδῳ Μωϋσῆς ταύτην ἔπαισεν, ὡς τοῦτο τὸ ἀπὸ μήτρας ἤδη νενεκρωμένης παιδίον τεχθῆναι, καὶ γάλακτος πηγὰς ἀναβλύσαι. Ἵνα γὰρ πᾶσιν ὁ τόκος κατάδηλος γένηται, καὶ πάντας, καὶ τοὺς τότε παρόντας καὶ τοὺς μετὰ ταῦτα ἀκούοντας, εἰς πίστιν τοῦ θαύματος ἐναγάγῃ, διὰ τοῦτο καὶ αὐτὴ τρέφει παιδίον καὶ τῆς γαλακτοτροφίας ἀνέχεται. Καί φησι, Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; τοῦτο τὸ καινὸν, παράδοξον, καὶ παρ' ἐλπίδα ἐμοὶ παρασχεθὲν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Τί ἐστιν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ὅτι καὶ ἄνευ τῆς στειρώσεως ἱκανὸς ἦν, φησὶ, καὶ ὁ τῆς ἡλικίας χρόνος ἀπαγορεῦσαι τὸν τόκον. Ἀλλὰ ταῦτα πάντα τὰ κωλύματα ὁ Δεσπότης ἐκποδὼν ποιησάμενος, καὶ τοῦ παιδὸς τὸν τόκον ἐμοὶ κεχάρισται, καὶ τοῦ γάλακτος τὰς πηγάς. Ἀλλ' ἴδωμεν λοιπὸν τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἀπήρτιστο τὰ τῆς γαλακτοτροφίας, Εἶδε, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἅγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς. Καὶ εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὅρα μοι, ἀγαπητὲ, ἐνταῦθα τὴν Σάῤῥαν πάλιν οὐ φέρουσαν τοῦ Ἰσμαὴλ τὴν πολλὴν παῤῥησίαν, οὐδὲ ἀνεκτῶς ἐνεγκεῖν δυναμένην τὸν τῆς παιδίσκης υἱὸν μετὰ τοῦ Ἰσαὰκ ἀναστρεφόμενον. Καθάπερ οὖν πρώην καταστεῖλαι τῆς Ἅγαρ τὸ φρόνημα βουλομένη, διὰ τῆς σφοδρᾶς ἀγανακτήσεως εἰς φυγὴν αὐτὴν τραπῆναι παρεσκεύασεν· οὕτω καὶ νῦν βουλομένη ἐκ προοιμίων ἀναστεῖλαι τοῦ Ἰσμαὴλ τὴν προπέτειαν, καὶ μὴ φέρουσα ὁρᾷν τὸν ἐκ χάριτος τεχθέντα υἱὸν καὶ ἐξ αὐτῆς τοῦ Θεοῦ τῆς δωρεᾶς μετὰ τοῦ τῆς παιδίσκης τῆς Αἰγυπτίας συναναστρεφόμενον, φησὶ πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου. Ἐπειδὴ ᾔδει ὅτι καὶ αὐτὴ ἐν ἐσχάτῳ γήρᾳ τυγχάνει καὶ τὸν πατριάρχην ἑώρα προβεβηκότα (ἦσαν γὰρ ἀμφότεροι προβεβηκότες ἡμερῶν), ὑφορῶσα μήποτε, ἀθρόον αὐτῶν τελευτησάντων, ὁ Ἰσμαὴλ διὰ τὸ ἐκ τῆς τοῦ πατριάρχου συνουσίας τεχθῆναι, ἐπιχειρήσει εἰς τὸν κλῆρον ἑαυτὸν τοῦ πατρὸς εἰσαγαγεῖν, καὶ κοινωνὸς γενέσθαι τῷ Ἰσαὰκ, διὰ τοῦτό φησιν, Ἔκβαλε τὴν παιδίσκην ἐντεῦθεν, καὶ τὸν υἱὸν αὐτῆς. Μανθανέτω, φησὶν, ἤδη ὅτι οὐδὲν κοινὸν ἕξει ὁ τῆς παιδίσκης υἱὸς μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Οὐδὲ γὰρ εὔλογον τὸν τῆς δούλης υἱὸν μετὰ τοῦ υἱοῦ τοῦ ἐμοῦ τῆς δεσποίνης συναναστρέφεσθαι. Ἀλλ' ἡ μὲν Σάῤῥα οὐκ ἀπεικὸς πρᾶγμα πέπονθεν, ἀλλὰ καὶ σφόδρα ἀκόλουθον, καὶ οὕτως ἀκόλουθον, ὡς καὶ τὸν Θεὸν συναινέσαι τοῖς παρ' αὐτῆς εἰρημένοις. Ὁ δὲ πατριάρχης φιλόστοργος ὢν καὶ συμπαθῶς διακείμενος πρὸς τὸν Ἰσμαὴλ, ἐπαχθῶς ἐδέξατο τὰ παρὰ τῆς Σάῤῥας εἰρημένα. Σκληρὸν γὰρ, φησὶν, ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Οὐδὲ γὰρ τῆς Ἅγαρ ἐποιήσατο λόγον· ἀλλὰ συμπαθῶς πρὸς τὸν παῖδα διέκειτο, ἅτε δὴ λοιπὸν ἐν ἡλικίᾳ γεγονότα. Ἀλλὰ σκόπει μοι ἐνταῦθα τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν συγκατάβασιν. Ἐπειδὴ γὰρ εἶδε καὶ τὴν Σάῤῥαν κατὰ τὸ εἰκὸς παθοῦσάν τι ἀνθρώπινον, καὶ δυσχεραίνουσαν ἐπὶ τῇ ὁμοτιμίᾳ τῶν παίδων, καὶ τὸν Ἀβραὰμ οὐ φέροντα πράως τὴν ἐκβολὴν τοῦ Ἰσμαὴλ καὶ τῆς παιδίσκης (εἰ γὰρ καὶ μὴ ἀντέτεινε τῇ Σάῤῥᾳ διὰ πολλὴν τὴν ἐπιείκειαν, ἀλλ' ὅμως σκληρὸν αὐτῷ κατεφαίνετο, τοῦτ' ἔστι, βαρὺ, φησὶ, καὶ ἐπαχθὲς καὶ φορτικὸν), τότε λοιπὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος ὁ Δεσπότης, καὶ τῆς ὁμονοίας τὸν σύνδεσμον αὐτῶν συσφίγγων, φησὶ πρὸς τὸν Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου τὸ ῥῆμα περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. Μὴ δέξῃ, φησὶ, βαρέως τὸ παρ' αὐτῆς ῥηθέν σοι, ἀλλὰ Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς.