Ancient Greek
ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-56
Not analysed yet
Ἐὰν γὰρ βουλώμεθα νήφειν, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθαι τὴν φροντίδα, δυνησόμεθα καὶ τῆς κακῆς συνηθείας ἀποστῆναι, καὶ εἰς καλὴν συνήθειαν ἑαυτοὺς ἀγαγεῖν· καὶ οὕτω καὶ τοῖς μεθ' ἡμᾶς οὐ μικρὰν παρέξομεν ἀφορμὴν τοῦ τὰ αὐτὰ ζηλοῦν, καὶ τῶν ὑπ' ἐκείνων κατορθουμένων ἡμεῖς ληψόμεθα τὸν μισθόν. Ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν τῆς καλῆς ὁδοῦ, οὗτος καὶ τῶν ὑφ' ἑτέρων γινομένων αἴτιος ἔσται, καὶ διπλοῦν κομιεῖται τὸν μισθὸν, ὑπὲρ ὧν τε αὐτὸς κατορθοῖ, ὑπὲρ ὧν τε ἑτέρους ἐπάγει εἰς τὴν ἀρίστην ταύτην φιλοσοφίαν. Μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα προβάλλεσθε, λέγοντες νόμιμά τινα εἶναι ταῦτα, καὶ διὰ τοῦτο πληροῦσθαι χρή. Οὐ ταῦτα γὰρ νόμιμον ποιεῖ συνοικέσιον, ἀλλὰ τὸ κατὰ τοὺς τοῦ Θεοῦ νόμους μετὰ σωφροσύνης καὶ σεμνότητος τὴν συνέλευσιν γίνεσθαι, καὶ τῇ ὁμονοίᾳ συμπεπλέχθαι τοὺς ἀλλήλοις συνιόντας. Τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νόμοι, καὶ ἀκούσῃ τῶν περὶ ταῦτα ἐσχολακότων λεγόντων, ὅτι συνοικέσιον οὐδὲν ἕτερον συνίστησιν ἢ συνήθεια. Μὴ τοίνυν καὶ τοὺς τοῦ Θεοῦ νόμους παραβῶμεν μετὰ τῶν ἀνθρωπίνων, καὶ προτιμῶμεν τοὺς διαβολικοὺς νόμους καὶ τὴν ὀλεθρίαν ταύτην συνήθειαν· ἐκείνου γάρ ἐστι νόμος ταῦτα, τοῦ χαίροντος ἀεὶ τῇ ἀπωλείᾳ τῇ ἡμετέρᾳ. Τί οὖν ἂν γένοιτο καταγελαστότερον τῆς συνηθείας ταύτης, ὅταν ὑπὸ οἰκετῶν καὶ τριωβολιμαίων ἀνθρώπων σκώμματα καὶ λοιδορίας ἀπείρους δέχωνται καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ, καὶ οὐδεὶς ᾖ ὁ ἐπιτιμῶν, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀδεῶς κατὰ τὴν ἑσπέραν ἅπαντα φθέγγεσθαι, καὶ βάλλειν τοῖς σκώμμασι καὶ τὸν νυμφίον καὶ τὴν νύμφην; Καὶ ἐν ἑτέρᾳ μὲν ἡμέρᾳ ἐάν τις ἐπιχειρήσῃ λοιδορήσασθαι, δικαστήρια αὐτῷ, καὶ ἀπαγωγαὶ, καὶ κίνδυνοι· τότε δὲ, ὅτε μάλιστα πολλὴν ἐχρῆν εἶναι τὴν αἰδὼ, πολλὴν τὴν κοσμιότητα, πολλὴν τὴν ἁγνείαν, τοσαύτης ἅπαντα πληροῦνται τῆς ἀσχημοσύνης ὡς εἰκὸς τὸν διάβολον στρατηγοῦντα ταῦτα ἅπαντα ἐπιδείκνυσθαι. Ἀλλὰ μὴ δυσχεραίνετε, παρακαλῶ· οὐδὲ γὰρ ἁπλῶς εἰς τοῦτον ἐξέβην τὸν λόγον, ἀλλὰ κηδόμενος ὑμῶν καὶ τῆς σωτηρίας καὶ τῆς εὐκοσμίας, καὶ βουλόμενος ὑμᾶς τὴν ἀρίστην ταύτην μεταβολὴν ἐπιδείξασθαι, καὶ τῆς καλῆς ταύτης συνηθείας ἀρχηγοὺς καταστῆναι. Ἐὰν γὰρ μόνον ἀρχὴ καὶ ὁδὸς γένηται τοῦ πράγματος, κατὰ μικρὸν εἷς τὸν ἕνα ζηλοῦντες τὸν καλὸν τοῦτον καὶ ἐπαινετὸν ζῆλον, πάντας ἐπαινέτας ἕξετε, καὶ οὐ μόνον οἱ τὴν πόλιν οἰκοῦντες μιμήσονται τὴν καλλίστην ταύτην μεταβολὴν, ἀλλὰ καὶ τοὺς πόῤῥωθεν οἰκοῦντας ἐπισπάσεσθε, καὶ ζηλωτὰς ὑμετέρους καταστήσετε, καὶ πολυπλασίονα τὸν παρὰ τοῦ Θεοῦ κομιεῖσθε στέφανον, ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν παρ' αὐτοῦ ἐντολὴν, τῆς σατανικῆς ταύτης περιγεγόνατε συνηθείας. Ἀλλ' ὅτι μὲν δέξεσθε μετὰ προθυμίας ταύτην ἡμῶν τὴν συμβουλὴν, καὶ εἰς ἔργον αὐτὴν ἄξετε, σφόδρα πέπεισμαι. Ὁρῶν γὰρ ὑμᾶς μετὰ τοσαύτης ἡδονῆς ἀκούοντας τῶν λεγομένων, ἀπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων στοχάζομαι, ὅτι καὶ πρὸς τὴν διὰ τῶν ἔργων κατόρθωσιν ἐπειχθήσεσθε. Διὸ ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανήξω. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἔλαβε Λάβαν τὴν Λείαν τὴν θυγατέρα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὴν πρὸς τὸν Ἰακώβ. Μὴ ἁπλῶς μηδὲ τοῦτο παραδράμωμεν· ἔστι γὰρ καὶ ἐκ τούτου πολλὰ συνιδεῖν· ἓν μὲν τοῦ Ἰακὼβ τὸ ἄπλαστον, καὶ ὅπως πάσης πονηρίας ἐκτὸς ὢν παρεκρούσθη· δεύτερον δὲ, ὅτι μετὰ τοσαύτης εὐκοσμίας ἅπαντα ἐγίνετο, καὶ οὐδαμοῦ λαμπάδες καὶ χορεῖαι καὶ φῶτα τὴν χρείαν ὑπερβαίνοντα, ὡς καὶ τὴν ἀπάτην τοῦ Λάβαν εἰς ἔργον ἐλθεῖν. Ἔστι δὲ καὶ τοῦ Λάβαν ἐντεῦθεν καταλαβεῖν τὴν περὶ τὸν Ἰακὼβ φιλοστοργίαν. Τοῦτο γὰρ ἐμηχανήσατο, βουλόμενος ἐπὶ πλεῖον κατέχειν παρ' ἑαυτῷ τὸν δίκαιον. Ἐπειδὴ γὰρ ᾔδει ὅτι ἐκείνης περιεκαίετο, καὶ εἰ τοῦ σπουδαζομένου ἐπέτυχεν, οὐκ ἂν εἵλετο λοιπὸν τῆς Λείας ἕνεκεν τὴν δουλείαν ὑποστῆναι, οὐδὲ τὴν μετ' αὐτοῦ συνοίκησιν· διὰ τοῦτο θεασάμενος ὁ Λάβαν τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ἐννοῶν ὡς οὐκ ἂν ἑτέρως αὐτοῦ περιγένοιτο καὶ πείσειε, τὴν ἀπάτην ταύτην εἰργάσατο, καὶ δίδωσιν αὐτῷ τὴν Λείαν μετὰ Ζελφᾶς τῆς παιδίσκης. Εἶτα ἐγκαλούμενος ὑπὸ τοῦ δικαίου, τίνος ἕνεκεν τὰ τῆς ἀπάτης εἰργάσατο, εὐπρόσωπον ἀπολογίαν ἐποιήσατο. Ἐπειδὴ γὰρ εἶπεν ὁ Ἰακώβ· Τίνος ἕνεκεν τοῦτό μοι ἐποίησας; οὐ περὶ τῆς Ῥαχὴλ ἐδούλευσά σοι; καὶ ἵνα τί παρελογίσω με; τί φησιν ὁ Λάβαν; Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ τούτῳ δοῦναι τὴν νεωτέραν, πρὶν ἢ πρεσβυτέραν. Συντέλεσον οὖν καὶ ταύτης τὰ ἕβδομα, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργάσῃ παρ' ἐμοὶ ἔτι ἑπτὰ ἔτη. Ὁρᾷς ὅτι τοῦτο αὐτὸ μηχανώμενος ἅπαντα κατεσκεύασεν. Ἐπειδὴ γὰρ εἶδε τὸν ἔρωτα ὃν περὶ τὴν κόρην ἐκέκτητο, φησί· Μὴ νομίσῃς ἠδικῆσθαί σε. Ἐπειδὴ γὰρ οὗτος παρ' ἡμῶν ὁ νόμος, ὥστε πρότερον τὴν πρεσβυτέραν ἐκδιδόναι ἀνδρί· διὰ τοῦτο μὲν τοῦτο γεγένηται· λήψῃ δὲ καὶ ταύτην ἣν ποθεῖς, ἐὰν τὰ ὅμοια ἔτη καὶ ὑπὲρ αὐτῆς δουλεύσῃς. Ταῦτα ἀκούσας ὁ δίκαιος, ἑτοίμως ἅπαντα κατεδέξατο, καὶ μετὰ ταῦτα ἕτερα ἑπτὰ ἔτη, Ἔδωκε, φησὶν, αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ῥαχὴλ γυναῖκα.