Ancient Greek
ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-55
Not analysed yet
Ἀπὸ τῆς ἀγάπης τοῦ Ἰακὼβ, ἣν περὶ τὴν Ῥαχὴλ ἐπεδείξατο, εἰς τὴν Παύλου ἀγάπην μεταστάντες χθὲς, καὶ τὸ μέγεθος τοῦ περὶ τὸν Χριστὸν πόθου αὐτοῦ καταμαθόντες, καθάπερ ὑπὸ ῥύμης τινὸς σφοδροτέρας ἐξελκυσθέντες, οὐκ ἔτι ἰσχύσαμεν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου. Διόπερ, εἰ δοκεῖ, σήμερον τοῖς ἑξῆς ἐπεξελθόντες, τὰ λειφθέντα ἀναπληρώσωμεν, ἵνα καὶ ἐκ τῶν σήμερον λεγομένων ἀρκοῦσαν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν. Ἐπειδὴ γὰρ ἐπληρώθη ὁ τῶν ἑπτὰ ἐτῶν ἀριθμὸς, Καὶ ἦσαν, φησὶν, ἐνώπιον Ἰακὼβ ὡς ἡμέραι ὀλίγαι ὁ τοσοῦτος χρόνος διὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτὴν, εἶπε τῷ Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε τὸν γάμον. Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ. Εἶδες τὸ παλαιὸν μεθ' ὅσης σεμνότητος τοὺς γάμους ἐπετέλουν; Ἀκούσατε, οἱ περὶ τὰς σατανικὰς πομπὰς ἐπτοημένοι, καὶ ἐξ αὐτῶν τῶν προοιμίων τὰ σεμνὰ τοῦ γάμου καταισχύνοντες. Μή που αὐλοί; μή που κύμβαλα; μή που χορεῖαι σατανικαί; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοσαύτην λύμην εὐθέως ἐπεισάγεις εἰς τὴν οἰκίαν, καὶ τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας καλεῖς, ἵνα μετὰ τῆς ἀκαίρου δαπάνης καὶ τὴν τῆς κόρης λυμήνῃ σωφροσύνην, καὶ τὸν νέον ἀναισχυντότερον ἐργάσῃ; Ἀγαπητὸν γὰρ, καὶ ἄνευ τούτων τῶν ὑπεκκαυμάτων, ἐκείνην τὴν ἡλικίαν δυνηθῆναι πράως ἐνεγκεῖν τὸν χειμῶνα τῶν παθῶν ὅταν δὲ καὶ τοσαῦτα ᾖ τὰ διὰ τῆς ὄψεως καὶ διὰ τῆς ἀκοῆς δαψιλεστέραν ἀνάπτοντα τὴν πυρὰν, καὶ τὴν κάμινον τῶν παθῶν φλογωδεστέραν ἐργαζόμενα, πῶς οὐχὶ ὑποβρύχιος ἡ τοῦ νέου ψυχὴ γενήσεται; Ἐντεῦθεν γὰρ ἅπαντα ἀπόλωλε καὶ διέφθαρται, ἀπὸ τοῦ τὴν σωφροσύνην ἐξ ἀρχῆς διορύττεσθαι τῶν μελλόντων ἀλλήλοις συνιέναι· καὶ πολλάκις ἐκ πρώτης ἡμέρας καὶ ὁ νέος ἐδέξατο βέλος σατανικὸν ἐν τῇ ψυχῇ, ἀκολάστοις ἰδὼν ὀφθαλμοῖς, καὶ ἡ κόρη καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῆς ὄψεως αἰχμάλωτος γέγονε, καὶ ταῦτα ἐξ ἐκείνης λοιπὸν τῆς ἡμέρας τὰ τραύματα αὐξανόμενα μεῖζον ἐργάζεται τὸ κακόν. Καὶ γὰρ πρῶτον μὲν τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμόνοιαν διορύττει, καὶ τὸν πόθον καταμαραίνει. Ὅταν γὰρ πρὸς ἑτέραν ἐκεῖνος προσχῇ τῇ διανοίᾳ, ὧδε κἀκεῖσε μεριζόμενος τὸν λογισμὸν, καὶ ὑπὸ τοῦ διαβόλου αὐτοῦ στρατηγούμενος, πολλῆς ἀηδίας πληρώσει τὴν οἰκίαν. Εἰ δὲ κἀκείνη εὑρεθείη τοιοῦτόν τι παθοῦσα, ἐξ αὐτῶν, ὡς εἰπεῖν, τῶν βάθρων ἅπαντα ἀνατρέπεται, καὶ λοιπὸν ἀλλήλους κρύπτοντες, ὁ μὲν δι' ὑποψίας ἔχει τὴν γαμετὴν, ἡ δὲ τὸν ἄνδρα. Καὶ ἔνθα ἐχρῆν ὁμόνοιαν εἶναι καὶ σύνδεσμον, καὶ οἱ ὀφείλοντες σὰρξ εἶναι μία (Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν), οὗτοι ἐν τοσαύτῃ διαιρέσει τυγχάνουσιν, ὡς εἰ καὶ κατατετμημένοι ἦσαν. Ἐπεισελθὼν γὰρ ὁ διάβολος τοσαύτην ἐν αὐτοῖς ἐργάζεται τὴν λύμην, ὡς πολέμους καὶ μάχας καθημερινὰς τίκτεσθαι, καὶ μηδέποτε ἀνάπαυλαν ἔχειν τῶν κακῶν. Τί γὰρ ἄν τις εἴποι λοιπὸν τῶν οἰκετῶν τὰς καταφρονήσεις, τῶν πλησίον οἰκούντων τὸν γέλωτα, τὰς ἀσχημοσύνας; Καθάπερ γὰρ τῶν κυβερνητῶν στασιαζόντων, καὶ οἱ ἐμπλέοντες τῶν κινδύνων συναπολαύουσι, καὶ αὔτανδρον ἀνάγκη τὴν ναῦν καταποντισθῆναι· οὕτω δὴ καὶ ἐνταῦθα, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πρὸς ἀλλήλους διαστασιαζόντων, καὶ τοὺς ἄλλους ἅπαντας συναπολαύειν τῶν κακῶν εἰκός. Διὰ τοῦτο παρακαλῶ, ταῦτα ἅπαντα προορωμένους, μὴ τῇ συνηθείᾳ κατακολουθεῖν. Οἶδα γὰρ ὅτι πολλοὶ ταύτην ἡμῖν προβαλλόμενοι οὐδὲ ἀνέχονται τῶν παρ' ἡμῶν λεγομένων· ἀλλ' ὅμως ἡμᾶς ἀνάγκη τὰ λυσιτελῆ καὶ τὰ τῆς μελλούσης κολάσεως ἐξαρπάζοντα λέγειν. Ὅπου γὰρ λύμη τοσαύτη ψυχῆς, τίνος ἕνεκέν μοι συνήθειαν βούλει προβάλλεσθαι; Ἰδοὺ κἀγὼ συνήθειάν σοι προβάλλομαι βελτίονα, ᾗ οἱ ἐξ ἀρχῆς ἐκέχρηντο, ὅτε οὐδέπω τοσαύτη γνῶσις ἦν τῆς εὐσεβείας. Καὶ μή μοι τὸν δίκαιον ἐνταῦθα λογίζου, τὸν Ἰακὼβ λέγω, ἀλλὰ τὸν Λάβαν ἐννόει, ἄνδρα ἔτι τοῖς εἰδώλοις προσανέχοντα, καὶ οὐδεμίαν γνῶσιν ἔχοντα τῆς εὐσεβείας, καὶ τοσαύτην φιλοσοφίαν ἐπιδεικνύμενον. Τοῦτο γὰρ οὐ τοῦ μέλλοντος ἦν ἄγεσθαι τὴν κόρην τὸ κατόρθωμα, ἀλλὰ τοῦ πατρὸς τοῦ τὴν κόρην ἐκδιδόντος. Δι' ὃ καὶ τοῦτον ἐκίνησα τὸν λόγον, οὐχὶ πρὸς τοὺς νυμφίους τοσοῦτον ἀποτεινόμενος, ὅσον πρὸς τοὺς γεγεννηκότας, πρὸς τὸν πατέρα τοῦ νυμφίου, καὶ πρὸς τὸν τὴν κόρην ἐκδιδόντα φημί. Πῶς γὰρ οὐκ ἄτοπον ἡμᾶς τοὺς τοσαύτης ἀπολαύσαντας φιλανθρωπίας, καὶ τῶν φρικτῶν καὶ ἀποῤῥήτων μυστηρίων ἀξιωθέντας, ἐλάττους κατὰ τοῦτο γίνεσθαι τοῦ Λάβαν, τοῦ ἔτι εἴδωλα θεραπεύοντος; Ἢ οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι μυστήριόν ἐστιν ὁ γάμος, καὶ εἰκών ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἣν περὶ τὴν Ἐκκλησίαν ἐπεδείξατο; Μὴ τοίνυν καταισχύνωμεν ἑαυτοὺς, καὶ τὰ σεμνὰ τοῦ γάμου διαφθείρωμεν. Εἰ μὲν γὰρ καλόν ἐστι τὸ τῆς συμβουλῆς καὶ ἐπωφελὲς, κἂν μὴ συνήθεια ᾖ, γινέσθω· εἰ δὲ βλάβην ἔχον καὶ πολὺν τὸν ὄλεθρον τὸ νῦν παρ' ὑμῶν ἐπιτελούμενον, κἂν συνήθεια ᾖ, ἐγκοπτέσθω, Ἐπεὶ εἰ τοῦτο συγχωρήσαιμεν, καὶ ὁ κλέπτων, καὶ ὁ πορνεύων, καὶ ὁ τὴν ἄλλην ἅπασαν κακίαν ἐπιδεικνύμενος, τὴν συνήθειαν ἡμῖν προβαλεῖται· ἀλλ' οὐδὲν ἀπὸ τούτου κέρδος αὐτῷ ἔσται, οὐδὲ συγγνώμη, ἀλλὰ καὶ πολλὴ ἡ κατηγορία, ὅτι οὐκ ἴσχυσε συνηθείας περιγενέσθαι πονηρᾶς.