Ancient Greek
ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-57
Not analysed yet
Σκόπει τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ ᾔδει ὅσης ἀξιοῦται τῆς ἄνωθεν εὐνοίας, καὶ ἐδόκει κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν τοῦτο ἢ δυσχερὲς εἶναι, ἢ καὶ πάντη ἀδύνατον (σπάνιον ἦν γάρ ποτε τοῦτο, ἐνηλλαγμένην εἶναι τὴν χροιὰν τῶν τικτομένων), ταῦτα αἰτεῖται παρ' αὐτοῦ, ὅθεν καὶ ταχέως ἐπέδραμεν ὁ Λάβαν τῇ αἰτήσει, καί φησιν, Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐπ' αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ· καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Χωρίσας, φησὶ, τὰ ποίμνια κατὰ τὴν τοῦ Ἰακὼβ πρότασιν, ἔδωκε τοῖς υἱοῖς αὐτοῦ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. Ποῖα δὴ ταῦτα; Τὰ μηδεμίαν ἔχοντα ἐν τῇ χροιᾷ διαφοράν. Τοῦτο δὲ πᾶν ἐγένετο, ἵνα καὶ ὁ δίκαιος διὰ τῶν πραγμάτων μάθῃ τοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὁ Λάβαν ἴδῃ ὅσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς ὁ Ἰακώβ. Ἔλαβε δὲ, φησὶν, ἑαυτῷ ὁ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς ὁ Ἰακὼβ λεπίσματα λευκὰ, περισύρας τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους, καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. Ταῦτα ὁ δίκαιος, οὐκ οἴκοθεν ὁρμώμενος, ἀλλὰ τῆς ἄνωθεν χάριτος ἐνηχούσης αὐτοῦ τῇ διανοίᾳ. Οὐδὲ γὰρ ἦν κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον, ἀλλὰ πολὺ τὸ παράδοξον καὶ ὑπερβαῖνον τὴν φυσικὴν ἀκολουθίαν ἦν. Καὶ τοὺς ἀμνοὺς διέστειλε, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς, καὶ διεχώρισεν ἑαυτῷ ποίμνιον καθ' ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. Ἐπειδὴ λοιπὸν τοσαῦτα ἦν τὰ τικτόμενα, ἅπαντα ὅσα προσέθηκε, διεχώρισεν αὐτὰ, φησὶ, καὶ ἐποίησεν ἑαυτῷ ποίμνιον κατὰ μόνας. Ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐν ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. Ἡνίκα δ' ἂν ἔτικτε τὰ πρόβατα, οὐκ ἐτίθη. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφοδρῶς. Τί βούλεται ὁ διπλασιασμός; Τὴν πολλὴν περιουσίαν ἐστὶν ἐμφαίνων, καὶ ὅτι οὐχ ἁπλῶς σφόδρα ἐπλούτησεν, ἀλλὰ πολὺ σφόδρα. Ἐγένετο γὰρ αὐτῷ, φησὶ, κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι. Ἀλλ' ὅρα μοι πάλιν τὸν φθόνον τὸν ἐντεῦθεν τικτόμενον τῷ δικαίῳ. Ἤκουσε γὰρ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Ὅρα πῶς ἡ βασκανία εἰς ἀγνωμοσύνην αὐτοὺς ἐνήγαγε, καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν Λάβαν. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν, ὡς χθὲς καὶ τρίτην ἡμέραν. Τὰ γὰρ ῥήματα τῶν παίδων διεσάλευσεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐπιλαθέσθαι πεποίηκεν ὧν πρώην διαλεγόμενος τῷ Ἰακὼβ ἐφθέγξατο, εἰπὼν, Εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ· καὶ ὁ εὐχαριστήσας τῷ Δεσπότῃ, ὅτι διὰ τὴν τοῦ δικαίου παρουσίαν αὐξηθῆναι αὐτοῦ τὴν περιουσίαν πεποίηκε, νῦν παρατραπεὶς τὴν διάνοιαν ὑπὸ τῶν παίδων, καὶ εἰς βασκανίαν ἐξαφθεὶς, ἴσως ἐπειδὴ ἑώρα ἐν πολλῇ περιουσίᾳ τὸν δίκαιον τυγχάνοντα, οὐχ ὁμοίως αὐτῷ προσφέρεσθαι ἐβούλετο. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶδες τοῦ μὲν δικαίου τὴν πολλὴν ἐπιείκειαν, ἐκείνων δὲ τὴν ἀγνωμοσύνην· καὶ ὅπως οὐ φέροντες κατέχειν τὴν βασκανίαν, καὶ τοῦ πατρὸς τὴν γνώμην διεσάλευσαν; Ὅρα λοιπὸν τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται, ἐπειδὰν ἴδῃ τὰ παρ' ἑαυτῶν εἰσφέροντας ἡμᾶς. Ὁρῶν γὰρ τὸν δίκαιον ὑπ' αὐτῶν βασκαινόμενον, φησὶ πρὸς τὸν Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀρκέσθητι, φησὶ, τῇ ἐπὶ τῆς ξένης διαγωγῇ. Ἅπερ ὑπεσχόμην σοι πρώην λέγων, Ἀποστρέψω σε εἰς τὴν γῆν σου, ταῦτα νῦν εἰς ἔργον ἀγαγεῖν βούλομαι. Ἐπάνιθι τοίνυν μηδὲν δεδοικώς· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Ἵνα γὰρ μὴ ὀκνηρότερος γένηται ὁ δίκαιος περὶ τὴν ἀποδημίαν, ἀλλὰ μετὰ τοῦ θαῤῥεῖν ἅψηται τῆς ἐπανόδου, διὰ τοῦτό φησιν· Ἐγὼ ἔσομαι μετὰ σοῦ· ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ οἰκονομήσας, καὶ αὐξηθῆναί σου τὸ σπέρμα ποιήσας, ἐγὼ καὶ εἰς τὸ ἑξῆς Ἔσομαι μετὰ σοῦ. Ταῦτα ἀκούσας ὁ δίκαιος παρὰ τοῦ Θεοῦ, οὐκ ἠμέλλησε, ἀλλ' ἤδη πρὸς τοῦτο παρεσκευάζετο. Ἀποστείλας γὰρ, φησὶν, ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια ἐποίμαινεν, καὶ εἶπεν αὐταῖς. Προθεῖναι βούλεται ταῖς γυναιξὶ τὴν περὶ τῆς ἀποδημίας διάσκεψιν, καὶ γνωρίσαι τό τε τοῦ Θεοῦ πρόσταγμα, τήν τε τοῦ πατρὸς περὶ αὐτὸν βασκανίαν. Εἶπε γὰρ, φησὶν, αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ. Αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐὰν γὰρ οὕτως εἴπῃ· Τὰ ποικίλα ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα. Ἐὰν δὲ εἴπῃ· Τὰ λευκὰ ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.