Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-56
Not analysed yet
Τὰ λειπόμενα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα καὶ ἐκ τῶν νῦν λεγομένων καὶ τὴν τοῦ Θεοῦ κηδεμονίαν, ἣν περὶ τὸν Ἰακὼβ ἐπεδείκνυτο, καὶ τὸ τοῦ δικαίου φιλόθεον καταμαθόντες, ζηλώσωμεν τοῦ ἀνδρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ἁπλῶς ἡμῖν τὰς ἱστορίας ταύτας ἀναγράπτους ἡ τοῦ Πνεύματος χάρις γενέσθαι παρεσκεύασεν, ἀλλ' ἵνα πρὸς μίμησιν ἡμᾶς διεγείρῃ καὶ ζῆλον τῶν ἐναρέτων ἀνδρῶν. Ὅταν γὰρ ἀκούσωμεν τοῦ μὲν τὴν ὑπομονὴν, τοῦ δὲ τὴν σωφροσύνην, ἑτέρου τὸ περὶ τὴν φιλοξενίαν ἕτοιμον, καὶ ἑκάστου τὴν πολλὴν ἀρετὴν, καὶ ὅπως τούτων ἕκαστος διέλαμψε καὶ περιφανέστερος γέγονεν, εἰς ὅμοιον διεγειρόμεθα ζῆλον. Φέρε οὖν καὶ τὰ λειπόμενα τῆς κατὰ τὸν δίκαιον τοῦτον ἱστορίας σήμερον ἐπελθόντες, τέλος ἐπιθῶμεν τῷ λόγῳ. Ἐγένετο δὲ, φησὶν, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι. Ὅρα τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, πῶς ὁρῶν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν περὶ αὐτὸν, οὐδὲν μέγα ἐφρόνησε κατὰ τοῦ Λάβαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας φησίν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω. Ἀληθῶς οὐδὲν ἐπιεικείας ἰσχυρότερον, καὶ οὐδὲν ταύτης δυνατώτερον. Ὅρα γοῦν, ἐπειδὴ προλαβὼν τῇ ἐπιεικείᾳ ἐχρήσατο, ὅπως καὶ τὸν Λάβαν παρεσκεύασε μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὴν πρὸς αὐτὸν ἀπόκρισιν ποιήσασθαι. Εἶπε γὰρ αὐτῷ, φησὶ, Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου· οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. Οὐκ ἀγνοῶ, φησὶν, ὅτι μετὰ τὴν σὴν παρουσίαν πλουσίως ἀπήλαυσα τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας. Ἐπεὶ οὖν αἰσθάνομαι τῆς εὐεργεσίας, ἧς διὰ τὴν σὴν παρουσίαν ἔτυχον, ὃν βούλει μισθὸν πρότεινον, κἀγὼ ἑτοίμως παρέξω. Σκόπει πόσον ἐστὶν ἐπιείκεια, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἀλλ' ἐννόησον ὅτι οὐδὲ μνήμην ποιησαμένου τοῦ δικαίου, οὐδὲ ἐπιζητήσαντος τὸν μισθὸν τῶν καμάτων, ἀλλὰ τοῦτο μόνον εἰρηκότος, ὅτι Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, ὑπὲρ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω, ἐκεῖνος αἰδεσθεὶς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, φησίν· Εἰπὲ τίνα βούλει μισθὸν παρ' ἐμοῦ σοι δοθῆναι, καὶ τοῦτον προθύμως δώσω. Μὴ γὰρ οὐ σὺν αὐτῷ ἦσαν αἱ γυναῖκες καὶ τὰ παιδία; Τίνος οὖν ἕνεκεν ἔλεγεν· Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία; Τὴν προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμων, καὶ τὸν οἰκεῖον τρόπον διὰ πάντων ἐμφαίνων, καὶ μετ' ἐλευθερίας τὴν ἀναχώρησιν ποιήσασθαι βουλόμενος. Ὅρα γοῦν ἐκ τῶν ῥημάτων τούτων ὅπως ἐφειλκύσατο τὸν Λάβαν, ὡς καὶ μισθὸν ἐπαγγείλασθαι προσθεῖναι, καὶ τούτῳ αὐτῷ ἐπιτρέψαι τὴν αἵρεσιν. Τί οὖν ὁ δίκαιος; Ὅρα πάλιν τῆς αὐτοῦ ἐπιεικείας τὴν ὑπερβολὴν, καὶ ὅπως οὐδὲ οὕτως ἐπαχθὴς γίνεται καὶ φορτικὸς τῷ Λάβαν. Ἀλλὰ τί; Πάλιν αὐτὸν μάρτυρα καλεῖ τῆς εὐγνωμοσύνης αὐτοῦ, καὶ τῆς ἐν τῷ χρόνῳ παντὶ γενομένης παρ' αὐτῷ εὐνοίας περὶ τὴν δουλείαν. Σὺ γινώσκεις, φησὶν, ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ' ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Σὲ μάρτυρα, φησὶ, καλῶ τῶν καμάτων τῶν ἐμῶν. Οἶδας γὰρ πῶς μετ' εὐνοίας τὰ παρ' ἐμαυτοῦ ἅπαντα ἐπεδειξάμην, καὶ ὅπως εὐαρίθμητα λαβὼν τὰ θρέμματά σου, τῇ ἐπιμελείᾳ τῇ ἐμαυτοῦ καὶ τῇ ἀγρυπνίᾳ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι πεποίηκα. Εἶτα ἐπιδεικνὺς ἑαυτοῦ τὸ φιλόθεον, φησίν· Εὐλόγησε γάρ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Οἶδας καὶ αὐτὸς ὅτι μετὰ τὴν ἐμὴν παρουσίαν ἡ ἄνωθεν χάρις ηὔξησέ σου τὴν περιουσίαν. Νῦν οὖν, ἐπειδὴ κἀγὼ τὰ παρ' ἐμαυτοῦ πάντα ἐπεδειξάμην μετὰ πάσης εὐνοίας, τὴν ὑπηρεσίαν ἀποπληρώσας, καὶ ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ δήλη γέγονε, δίκαιον κἀμὲ ἐμαυτῷ ποιῆσαι οἶκον. Τί δέ ἐστι, Ποιῆσαι ἐμαυτῷ οἶκον; Ἀντὶ τοῦ, Ἐν ἐλευθερίᾳ λοιπὸν διάγειν, καὶ οἰκίας φροντίδα ἰδίας ποιήσασθαι. Ταῦτα ἀκούσας ὁ Λάβαν, Εἶπεν αὐτῷ· Τί σοι δώσω; ἢ τί βούλει παρ' ἐμοῦ σοι δοθῆναι; εἰπέ. Ὁμολογῶ γὰρ κἀγὼ, καὶ οὐκ ἀρνηθείην· οἶδα γὰρ ὅσα μοι ὑπῆρξε παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Εἶπε δὲ, φησὶν, αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν δὲ ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου. Οὐδὲν, φησὶ, βούλομαι παρὰ σοῦ μισθῶν ἕνεκα κομίσασθαι, ἀλλὰ τοῦτο μόνον ὃ λέγω καταδέξασθαι, καὶ Πάλιν ποιμανῶ τὰ πρό βατά σου. Ὃ δὲ βούλομαι, ἐστὶ τοῦτο. Ὅρα τὸν δίκαιον, ἐπειδὴ ἐπεποίθει τῇ περὶ αὐτὸν τοῦ Θεοῦ ῥοπῇ, οἵαν πρότασιν τῷ Λάβαν προτίθησι· Παρελθέτω, φησὶ, τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν ἔσται μοι μισθός. Καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται μοι.