Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-6
Not analysed yet
Οἶδα ὅτι σφοδρᾷ τῇ ἐπιτιμήσει κέχρημαι, ἀλλὰ σύγγνωτε, παρακαλῶ· τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή. Οὐδὲ γὰρ ἐξ ἀπεχθείας ταῦτα φθέγγομαι, ἀλλ' ἀπὸ κηδεμονίας καὶ φιλοστόργου ψυχῆς· διὸ τῆς σφοδρότητος μικρὸν καθυφεὶς, ἐπειδὴ αὐτῆς τῆς νομῆς τοῦ ἕλκους περιγέγονα, βούλομαι καὶ εἰς ἐλπίδας χρηστὰς ἀγαγεῖν τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἀπογνῶναι, μηδὲ ἀπαγορεῦσαι. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν αἰσθητῶν γίνεται πραγμάτων, οὕτω καὶ ἐνταῦθα συμβαίνει· ἐκεῖ μὲν γὰρ οὐκ ἔνι τὸν ἀπὸ τοῦ πλούτου ἐκείνου εἰς τὴν ἐσχάτην πενίαν κατενεχθέντα εὐθέως ἀνενεγκεῖν· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐὰν βουλώμεθα μόνον καταγνῶναι τῶν ἤδη εἰργασμένων ἡμῖν, καὶ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, δυνάμεθα ταχέως ἐπὶ τὴν προτέραν εὐπορίαν ἐπανελθεῖν. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, οὕτω φιλότιμος καὶ μεγαλόδωρος· καὶ βοᾷ διὰ τοῦ προφήτου, λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἶδα ὅτι εὐγνώμονες ὄντες αἰσθάνεσθε τῶν ἐπταισμένων ὑμῖν. Οὐ μικρὰ δὲ ὁδὸς πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς τὸ εἰδέναι τῶν ἡμαρτημένων τὸ μέγεθος. Ἀλλὰ μή μοι πάλιν τῆς διαβολικῆς ἐκείνης ἀπάτης ῥήματά τις παραγέτω, λέγων· ποῖον γὰρ ἁμάρτημα, ἰδεῖν ἵππους τρέχοντας; Ἐὰν γὰρ βουληθῇς εὐγνωμόνως καταμαθεῖν ἅπαντα τὰ ἐκεῖ γινόμενα, εὑρήσεις πάντα μεστὰ σατανικῆς ἐνεργείας. Οὐ μόνον γὰρ ἵππους τρέχοντας ἔστιν ἰδεῖν, ἀλλὰ καὶ κραυγῶν, καὶ βλασφημιῶν, καὶ μυρίων ἀκαίρων ἔστιν ἀκοῦσαι λόγων, καὶ γυναῖκας ἡταιρηκυίας εἰς τὸ μέσον παριούσας ἰδεῖν, καὶ νέους πρὸς τὴν τῶν γυναικῶν ἁπαλότητα ἑαυτοὺς ἐκδιδόντας. Ἢ μικρά σοι ταῦτα δοκεῖ εἶναι πρὸς τὸ τὴν ψυχὴν αἰχμάλωτον ἐργάσασθαι; Εἰ γὰρ καὶ αἱ ἀπὸ ταὐτομάτου συντυχίαι πολλάκις ὑπεσκέλισαν καὶ κατέβαλον, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον κατήνεγκαν τὸν μὴ προσέχοντα, τί εἰκὸς παθεῖν τοὺς ἐπ' αὐτὸ τοῦτο ἐκεῖ παραγινομένους, καὶ τοὺς ὀφθαλμοὺς ἑστιῶντας ταῖς παρανόμοις ἐκείναις θέαις, καὶ ἀπηρτισμένους μοιχοὺς ἐκεῖθεν κατιόντας; Εἰδὼς γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῆς φύσεως τῆς ἡμετέρας τὸ εὐεπηρέαστον, καὶ τῆς τοῦ διαβόλου κακουργίας τὸ πανοῦργον καὶ πολύπλοκον, ἐκ πολλοῦ τοῦ περιόντος τειχίζων ἡμᾶς, καὶ βουλόμενος ἀναλώτους ἐργάσασθαι ταῖς τούτου παγίσι, τὸν νόμον τοῦτον τέθεικεν, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, μοιχείαν ἀπηρτισμένην καλῶν τὴν μετὰ περιεργίας θεωρίαν γεγενημένην. Μὴ τοίνυν μοι λέγε λοιπόν· τὶ γὰρ βλάβος ἀπὸ τῆς ἐκεῖσε διατριβῆς; Καὶ αὐτὸ γὰρ μόνον τὸ τῆς τῶν ἵππων ἁμίλλης ἱκανὸν πολὺν τῇ ψυχῇ τὸν ὄλεθρον ἐπαγαγεῖν. Ὅταν γὰρ ὑπὲρ ἀνονήτων, καὶ μὴ μόνον μηδὲν τῇ ψυχῇ συμβαλλομένων, ἀλλὰ καὶ λυμαινομένων αὐτῇ τὸν καιρὸν καταναλίσκωμεν, καὶ διαπληκτιζώμεθα, καὶ μυρία ῥητὰ καὶ ἄῤῥητα φθεγγώμεθα, τίς ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολογία; Καὶ ἐνταῦθα μὲν ἐὰν μικρὸν παρατείνωμεν τὴν διδασκαλίαν, πολλοὶ δυσχεραίνουσι καὶ ἀλύουσι, καὶ πόνον τοῦ σώματος καὶ κάματον προβάλλονται, καὶ ταῦτα τοῦ θαυμαστοῦ τούτου ὀρόφου ἱκανοῦ ὄντος παραμυθήσασθαι· οὔτε γὰρ ὑπὸ κρυμοῦ ἔστιν ἐνοχληθῆναι, οὔτε ὑπὸ ὑετοῦ, ἢ τῆς τῶν ἀνέμων σφοδρότητος· ἐκεῖ δὲ καὶ ὑετοῦ λάβρου καταῤῥηγνυμένου, καὶ ἀνέμων σφοδρῶν πνεόντων, καὶ ἄλλοτε τοῦ ἡλίου θερμὴν τὴν ἀκτῖνα ἀφιέντος, οὐ μίαν οὐδὲ δύο ὥρας, ἀλλὰ τὸ πλέον τῆς ἡμέρας διημερεύουσι, καὶ οὔτε ὁ γέρων αἰδεῖται τὴν πολιὰν, οὔτε ὁ νέος αἰσχύνεται πρὸς τὰ τῆς πολιᾶς ὑπεκκαύματα βαδίζων· ἀλλὰ τοσαύτη ἡ ἀπάτη, ὡς καὶ μεθ' ἡδονῆς τὸ δέλεαρ ἐκεῖνο τῶν ψυχῶν προσίεσθαι, καὶ μὴ ἐννοεῖν τῆς ἡδονῆς μὲν τῆς ἐπιβλαβοῦς τὸ βραχὺ καὶ πρόσκαιρον, τῆς δὲ ὀδύνης τὸ διηνεκὲς, καὶ τοῦ συνειδότος τὴν κατηγορίαν. Ὁρῶ γὰρ ἐνίων καὶ νῦν τὰ πρόσωπα, καὶ στοχάζομαι τῆς ψυχῆς τὴν κατάστασιν, καὶ ὅση νῦν αὐτοῖς ἡ μετάνοια εἰσέρχεται. Ἀλλ' ὅπως μὴ πάλιν τοῖς αὐτοῖς περιπέσητε, μηδὲ μετὰ τὴν τοσαύτην ἡμῶν παραίνεσιν πάλιν ἐπὶ τὰ σατανικὰ συνέδρια ἐκεῖνα δράμητε, ἀναγκαῖον διαμαρτύρασθαι. Οὐδὲ γὰρ πάντοτε καλὸν προσηνῆ φάρμακα ἐπιτιθέναι, ἀλλ' ὅταν ᾖ τὸ ἕλκος δυσένδοτον, δεῖ καὶ τὰ στύφοντα καὶ τὰ δάκνειν δυνάμενα προσάγειν, ἵνα ταχεῖα γένηται ἡ διόρθωσις.