Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-5
Not analysed yet
Μαθέτωσαν τοίνυν ἅπαντες οἱ τοῖς ἐγκλήμασιν ὑπεύθυνοι, ὅτι εἰ καὶ μετὰ ταύτην ἡμῶν τὴν παραίνεσιν πάλιν τῇ αὐτῇ ῥᾳθυμίᾳ ἐπιμένωσιν, οὐκ ἀνεξόμεθα, ἀλλὰ τοῖς νόμοις τῆς Ἐκκλησίας χρησάμενοι μετὰ πολλῆς αὐτοὺς τῆς σφοδρότητος διδάξομεν, μὴ τοιαῦτα πλημμελεῖν, μηδὲ μετὰ τοσαύτης καταφρονήσεως τῶν θείων ἀκούειν λογίων. Καὶ ταῦτα οὐ περὶ πάντων λέγω τῶν ἐνταῦθα συνειλεγμένων, ἀλλὰ περὶ τῶν ὑπευθύνων τοῖς λεγομένοις. Ὁ μὲν γὰρ λόγος πρὸς ἅπαντας διαλέγεται· ἕκαστος δὲ τῶν ἀκουόντων δεχέσθω τὸ κατάλληλον φάρμακον· ὁ μὲν τῷ ἁμαρτήματι ὑπεύθυνος, ὥστε μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ μὴ περαιτέρω προελθεῖν, ἀλλὰ διὰ τῆς μετὰ ταῦτα σπουδῆς ἀνακαλέσασθαι ἑαυτὸν, καὶ τῶν ἐπταισμένων ποιήσασθαι τὴν διόρθωσιν· ὁ δὲ ἀνεύθυνος ἀσφαλέστερος γενέσθω πρὸς τὸ μὴ ἁλῶναι, μηδὲ ὑπεύθυνος γενέσθαι ποτέ. Ἀλλ' ἵνα δι' αὐτῶν τῶν πραγμάτων πείσωμεν τὴν ὑμετέραν ἀγάπην, ὅτι ἀπὸ φιλοστοργίας καὶ πολλῆς κηδεμονίας δακνόμενοι τὴν ψυχὴν, καὶ σφόδρα ὑπὲρ τῆς σωτηρίας τῆς ὑμετέρας δεδοικότες, ταῦτα εἰπεῖν προήχθημεν, φέρε πάλιν ἑαυτοὺς ταῖς χρησταῖς ἐλπίσι τρέφοντες τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, δεικνύντες ὑμῖν τὴν πατρικὴν εὔνοιαν, ἢν περὶ ὑμᾶς ἔχομεν· ἀλλὰ, παρακαλῶ, μετ' ἀκριβείας προσέχετε τοῖς λεγομένοις, ἵνα καρπώσησθέ τι πλέον, καὶ οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον δὲ ταῦτα τὰ ἀναγνωσθέντα εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας, καὶ ἀναμέσον τῆς νυκτός. Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς, ὅπως τὴν ἀμορφίαν τῆς γῆς ἐκαλλώπισεν ὁ τῶν ὅλων δημιουργὸς ταῖς βοτάναις, καὶ τῇ τῶν ἀνθῶν ποικιλίᾳ, καὶ τῇ βλάστῃ τῶν σπερμάτων, σήμερον πάλιν μετήγαγε τὸν λόγον ἐπὶ τὸν τοῦ οὐρανοῦ κόσμον. Καθάπερ γὰρ ἡ γῆ καλλωπίζεται διὰ τῶν ἐξ αὐτῆς ἀναδιδομένων, οὕτω τὸν οὐρανὸν τοῦτον τὸν ὁρώμενον φαιδρότερον καὶ λαμπρότερον εἰργάσατο, τῇ τε τῶν ἄστρων ποικιλίᾳ καταστίξας αὐτὸν, καὶ τῇ δημιουργίᾳ τῶν δύο φωστήρων τῶν μεγάλων, λέγω τοῦ ἡλίου καὶ τῆς σελήνης. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς νυκτὸς, καὶ τοὺς ἀστέρας. Εἶδες σοφίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο τὸ θαυμαστὸν, ὁ ἥλιος λέγω. Τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καί φησιν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενῆσθαι. Οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται, καθάπερ μαρμαρυγάς τινας τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, καὶ καθ' ἑκάστην ἡμέραν ἀκμαῖον τὸ οἰκεῖον κάλλος ἐπιδεικνύμενος, καὶ ἅμα τῷ ὄρθρῳ φαινόμενος, καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν διεγείρων πρὸς τὴν τῶν οἰκείων ἔργων ἐπιτήδευσιν. Τούτου τὸ κάλλος ἐμφαίνων ὁ μακάριος προφήτης φησί· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. Ὁρᾷς ὅπως καὶ τὸ κάλλος ἡμῖν παρεδήλωσε, καὶ τὸ τάχος τῆς ἐνεργείας; Εἰπὼν γὰρ, Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐσήμανεν ἡμῖν, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν διατρέχει τὴν οἰκουμένην, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰς οἰκείας ἀκτῖνας ἀφίησι, πολλὴν τὴν ἑαυτοῦ χρείαν παρεχόμενος. Οὔτε γὰρ θερμαίνει μόνον, ἀλλὰ καὶ ξηραίνει· καὶ οὐ ξηραίνει μόνον, ἀλλὰ καὶ καίει. καὶ πολλὰς καὶ διαφόρους ἡμῖν τὰς χρείας παρέχεται, καὶ πολὺ τοῦ στοιχείου τούτου τὸ θαῦμα, καὶ οὐκ ἄν τις κατ' ἀξίαν ἅπαντα εἰπεῖν δυνηθείη. Ταῦτα δὲ λέγω, καὶ ἐπαίρω τῷ λόγῳ τὸ στοιχεῖον, ἵνα μὴ μέχρι τούτου στῇς, ἀγαπητὲ, ἀλλ' ἐντεῦθεν ἀναδράμῃς, καὶ ἐπὶ τὸν τοῦ στοιχείου δημιουργὸν τὸ θαῦμα μεταγάγῃς. Ὅσῳ γὰρ ἂν μέγα δειχθῇ τὸ στοιχεῖον, τοσούτῳ πολὺ τοῦ δημιουργοῦ τὸ θαῦμα δείκνυται.