Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Ηʹ Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-8
Not analysed yet
Μὴ τοίνυν γενώμεθα χείρους τῶν περὶ τὰ αἰσθητὰ ἐπτοημένων, ἀλλὰ διερευνήσωμεν καὶ ἡμεῖς τὸν θησαυρὸν τοῦτον τὸν πνευματικὸν τὸν τοῖς ῥήμασι τούτοις ἐναποκείμενον, καὶ πρῶτον ἴδωμεν τί τὸ καινὸν καὶ παράδοξον τῶν εἰρημένων, καὶ τίνος ἕνεκεν τοσαύτῃ τῇ ἐναλλαγῇ τῶν ῥημάτων ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος. Καί φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Πρῴην μὲν γὰρ ἠκούομεν αὐτοῦ λέγοντος μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, Γενηθήτω φῶς, καὶ Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ πάλιν, Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, καὶ Γενηθήτωσαν φωστῆρες, καὶ Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Εἶδες λόγῳ μόνον καὶ προστάγματι πᾶσαν τὴν κτίσιν δημιουργουμένην ἐν ταῖς πέντε ἡμέραις; Σκόπει σήμερον πόση τῶν ῥημάτων ἡ διαφορά. Οὐκέτι γάρ φησι, γενηθήτω ἄνθρωπος, ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Τί τὸ καινόν; τί τὸ ξένον; Τίς ἆρα οὗτός ἐστιν ὁ δημιουργούμενος, ὅτι τοσαύτης βουλῆς καὶ σκέψεως ἐδέησε τῷ δημιουργῷ πρὸς τὴν τούτου κατασκευήν; Μὴ ξενισθῇς, ἀγαπητέ. Τὸ γὰρ τιμιώτερον ἁπάντων τῶν ὁρωμένων ζώων ἐστὶν ὁ ἄνθρωπος, δι' ὃν καὶ ταῦτα ἅπαντα παρήχθη, οὐρανὸς, γῆ, θάλαττα, ἥλιος, σελήνη, ἀστέρες, τὰ ἑρπετὰ, τὰ κτήνη, πάντα τὰ ἄλογα ζῶα. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τούτων ἁπάντων τιμιώτερον τυγχάνει, ὕστερον παρήχθη; Εἰκότως. Καθάπερ γὰρ βασιλέως μέλλοντος εἰς πόλιν εἰσελαύνειν, τοὺς δορυφόρους ἀνάγκη προηγεῖσθαι, καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα εὐτρεπισμένων τῶν βασιλείων, οὕτως ὁ βασιλεὺς εἰς τὰ βασίλεια παραγίνηται· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, καθάπερ βασιλέα τινὰ καὶ ἄρχοντα μέλλων ἐφιστᾷν πᾶσι τοῖς ἐπὶ τῆς γῆς, πᾶσαν ταύτην τὴν διακόσμησιν πρότερον ἐτεκτήνατο, καὶ τότε τὸν μέλλοντα ἐφίστασθαι παρήγαγε, δεικνὺς ἡμῖν δι' αὐτῶν τῶν πραγμάτων ὅσον τιμᾶται τουτὶ τὸ ζῶον. Ἀλλ' ἐρώμεθα τὸν Ἰουδαῖον, καὶ ἴδωμεν τί φησι, πρὸς τίνα εἴρηται τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν; Μωϋσέως γάρ ἐστι τὰ γράμματα, ᾧ λέγουσι μὲν πιστεύειν, οὐ πιστεύουσι δέ· καθὼς καὶ ὁ Χριστός φησιν, Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ἀλλὰ τὰ μὲν γράμματα παρ' αὐτοῖς, τὰ δὲ νοήματα παρ' ἡμῖν. Πρὸς τίνα οὖν εἴρηται, Ποιήσωμεν ἄνθρωπον, καὶ τίνι τὴν βουλὴν ταύτην προτίθησιν ὁ Δεσπότης; Οὐκ ἐπειδὴ βουλῆς δεῖται καὶ σκέψεως· μὴ γένοιτο· ἀλλὰ τῷ προσχήματι τῶν ῥημάτων ἐνδείξασθαι ἡμῖν βούλεται τὴν ὑπερβάλλουσαν τιμὴν, ἣν περὶ τὸν ἄνθρωπον τὸν δημιουργούμενον ἐπιδείκνυται. Τί οὖν φασιν οὗτοι οἱ τὸ κάλυμμα ἔχοντες ἔτι ἐπικείμενον ἐν ταῖς καρδίαις αὐτῶν, καὶ μηδὲν τῶν ἐγκειμένων συνιέναι βουλόμενοι; Πρὸς ἄγγελον, φησὶ, ταῦτα λέγει ἢ ἀρχάγγελον. Ὢ τῆς μανίας· ὢ τῆς πολλῆς ἀναισχυντίας. Καὶ πῶς ἂν ἔχοι λόγον, ὦ ἄνθρωπε, ἄγγελον κοινωνεῖν γνώμης τῷ Δεσπότῃ, καὶ δημιουργήματα τῷ δημιουργῷ; Ἀγγέλων οὐκ ἔστι τὸ γνώμης κοινωνεῖν, ἀλλὰ παρεστάναι, καὶ τὴν λειτουργίαν ἀναπληροῦν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ μεγαλοφωνοτάτου Ἡσαΐου λέγοντος περὶ τῶν ἀνωτέρω τῶν ἀγγέλων δυνάμεων, ὅτι Εἶδον τὰ Χερουβὶμ ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τὰ Σεραφὶμ, καὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν ἐν ταῖς πτέρυξι, καὶ τοὺς πόδας. Διὰ τὸ μὴ φόρειν δηλονότι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπὴν, ἀλλ' εἱστήκεισαν μετὰ πολλοῦ τοῦ φόβου καὶ τρόμου. Καὶ γὰρ τῶν δημιουργημάτων ἴδιον τὸ παρεστάναι τῷ Δεσπότῃ.