Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Ηʹ Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-7
Not analysed yet
Ἀλλ' οὗτοι μηδὲν τῶν ἐγκειμένων συνιέντες, ἁπλῶς τὸ ἐπιὸν φθέγγονται. Διόπερ προσήκει τὴν ἐκείνων ληρωδίαν παρωσαμένους, διδάξαι τῆς Ἐκκλησίας τὰ τέκνα τῶν εἰρημένων τὴν ἀλήθειαν. Τίς οὖν ἐστιν οὗτος, πρὸς ὅν φησι, Ποιήσωμεν ἄνθρωπον; Τίς δὲ ἄλλος, ἀλλ' ἢ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ τῷ Πατρὶ ὅμοιος κατὰ τὴν οὐσίαν, δι' οὗ τὰ πάντα παρήχθη; Τούτῳ φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἐνταῦθα καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Οὐδὲ γὰρ προστακτικῶς εἶπε, ποίησον, ὡς ὑποδεεστέρῳ, ἢ ὡς ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, Ποιήσωμεν· καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἀλλ' ἐνταῦθα πάλιν ἐπιφύονται ἕτεροι αἱρετικοὶ, λυμαινόμενοι τῆς Ἐκκλησίας τὰ δόγματα, καί φασιν, ἰδοὺ εἶπε, Κατ' εἰκόνα ἡμετέραν, καὶ ἐντεῦθεν βούλονται ἀνθρωπόμορφον λέγειν τὸ θεῖον, ὅπερ ἐσχάτης ἂν εἴη παραπληξίας, τὸν ἀσχημάτιστον, καὶ ἀνείδεον, καὶ ἀναλλοίωτον εἰς μορφὴν ἀνθρωπίνην κατάγειν, καὶ, σχήματα καὶ μέλη περιτιθέναι τῷ ἀσωμάτῳ. Τί τῆς μανίας ταύτης ἴσον γένοιτ' ἂν, ὅταν μὴ μόνον κερδαίνειν μὴ βούλωνται ἀπὸ τῆς τῶν θεοπνεύστων Γραφῶν διδασκαλίας, ἀλλὰ καὶ μέγιστα ἐντεῦθεν βλάπτωνται; Τοιοῦτον γὰρ οἱ νοσοῦντες, καὶ οἱ τὰς ὄψεις ταύτας τὰς σωματικὰς ἀσθενῶς διακείμενοι. Καθάπερ γὰρ οὗτοι καὶ πρὸς τὸ ἡλιακὸν φῶς ἀπεχθάνονται διὰ τὴν τῆς ὄψεως ἀσθένειαν, καὶ οἱ νοσοῦντες καὶ τὰ ὑγιεινότερα τῶν σιτίων ἀποστρέφονται· οὕτω δὴ καὶ οὔτοι νοσοῦντες τὴν ψυχὴν, καὶ τὸ τῆς διανοίας ὄμμα πεπηρωμένοι, πρὸς τὸ φῶς τῆς ἀληθείας ἐνατενίσαι οὐκ ἰσχύουσι. Διὸ τὰ παρ' ἡμῶν αὐτῶν πληρώσωμεν, καὶ χεῖρα αὐτοῖς ὀρέξωμεν, μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτοὺς διαλεγόμενοι. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὕτω παρῄνεσε λέγων, Ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς, φησὶ, μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Ὁρᾷς πῶς ἐνέφηνε διὰ τῶν ῥημάτων, ὅτι καθάπερ ὑπὸ μέθης τινός εἰσι κατακεχωσμένοι; Τὸ γὰρ εἰπεῖν, Ἀνανήψωσιν, ἔδειξε κάτω που βεβαπτισμένους αὐτούς. Καὶ πάλιν, Ἐζωγρημένοι, φησὶν, ὑπὸ τοῦ διαβόλου, μονονουχὶ λέγων, καθάπερ ἐν δικτύοις εἰσὶν ἀπειλημμένοι. Καὶ δεῖ πολλῆς ἡμῖν τῆς ἐπιεικείας, καὶ τῆς μακροθυμίας, ὥστε δυνηθῆναι αὐτοὺς ἐξαρπάσαι, καὶ ἐξαγαγεῖν ἐκ τῶν παγίδων τοῦ διαβόλου. Εἴπωμεν τοίνυν πρὸς αὐτοὺς, ἀνανήψατε μικρὸν, διαβλέψατε πρὸς τὸ φῶς τῆς δικαιοσύνης, ἐννοήσατε τῶν ῥημάτων τὴν ἀκρίβειαν. Οὐδὲ γὰρ εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, μέχρι τούτου ἔστη, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς δῆλον ἡμῖν ἐποίησε, κατὰ ποῖον λογισμὸν τὸ ὄνομα τῆς εἰκόνος ἔλαβε. Τί γάρ φησι; Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Κατὰ τὴν τῆς ἀρχῆς οὖν Εἰκόνα φησὶν, οὐ καθ' ἕτερόν τι· καὶ γὰρ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχοντα τὸν ἄνθρωπον ἐδημιούργησεν ὁ Θεὸς, καὶ οὐδὲν τῶν ἐπὶ τῆς γῆς ἐστι τούτου μεῖζον, ἀλλὰ πάντα ὑπὸ τὴν ἐξουσίαν τὴν τούτου τυγχάνει.