Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Θʹ Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3-2
Not analysed yet
Ἀλλ' ἐνταῦθα ἐπιφύονται ἡμῖν Ἕλληνες λέγοντες, ὅτι οὐκ ἀληθὴς ὁ λόγος εὑρίσκεται· οὐ γὰρ ἄρχομεν τῶν θηρίων, καθάπερ ὑπέσχετο, ἀλλ' αὐτὰ ἡμῶν ἄρχει. Μάλιστα μὲν οὖν οὐδὲ τοῦτο ἀληθές. Ἔνθα γὰρ ἂν φανῇ ἄνθρωπος, εὐθέως φυγαδεύεται τὰ θηρία. Εἰ δέ ποτε ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτοῖς ἐπιόντων τὴν ἀπ' αὐτῶν βλάβην δεξώμεθα, τοῦτο λοιπὸν οὐ παρὰ τὸ ἐκεῖνα ἡμῶν ἄρχειν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν αἰτίαν. Ἐπεὶ καὶ λῃστῶν ἡμῖν ἐπιόντων, εἰ μὴ ῥᾳθυμήσαιμεν, ἀλλ' ὁπλιζοίμεθα, οὐ τῆς ἐκείνων ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας ἡ πρόνοια. Ἀκούσωμεν δὲ τέως τῶν εἰρημένων. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν Ὥσπερ Εἰκόνα εἶπε τὴν τῆς ἀρχῆς δηλῶν εἰκόνα, οὕτω καὶ Ὁμοίωσιν, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην ὁμοίους ἡμᾶς γίνεσθαι Θεῷ, κατὰ τὸ ἥμερον λέγω καὶ πρᾷον ἐξομοιοῦσθαι αὐτῷ, καὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥσπερ καὶ ὁ Χριστός φησι, Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ ἐν τῇ πλατείᾳ ταύτῃ γῇ καὶ εὐρυχώρῳ τῶν ζώων τὰ μέν ἐστιν ἡμερώτερα, τὰ δὲ θηριωδέστερα, οὕτω καὶ ἐν τῷ πλάτει τῆς ψυχῆς τῆς ἡμετέρας τῶν λογισμῶν οἱ μέν εἰσιν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν ἀρχὴν τούτων παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο, φησὶ, λογισμοῦ θηριώδους; Τί λέγεις, ἄνθρωπε; Λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα μεταβαλεῖν δυνήσῃ; Καίτοι τῷ θηρίῳ μὲν κατὰ φύσιν πρόσεστι τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ ἥμερον παρὰ φύσιν δὲ τὸ ἄγριον καὶ θηριῶδες. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβαλὼν, καὶ τὸ παρὰ φύσιν ἐνθεὶς τῇ τοῦ θηρίου ψυχῇ, τὸ κατὰ φύσιν αὐτὸς οὐ δύνασαι διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο καταγνώσεως; Καὶ τὸ δὴ τούτου θαυμαστότερον καὶ παραδοξότερον, ἐπὶ μὲν τῆς τῶν λεόντων φύσεως καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημον τὸ θηρίον, ἀλλ' ὅμως ὁρῶμεν πολλάκις λέοντας ἡμέρους διὰ τῆς ἀγορᾶς ἀγομένους· πολλοὶ δὲ καὶ τῶν ἐπὶ τῶν ἐργαστηρίων καὶ ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια· μὴ τοίνυν σκήψεις λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς ἥμερος εἶναι καὶ πρᾷος καὶ ἐπιεικής. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.