Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Ξʹ Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3-4
Not analysed yet
Ἀλλ' εἰ βούλεσθε, ἐνταῦθα στήσαντες τὸν λόγον εἰς ἑτέραν ἀρχὴν ταμιευσόμεθα τὴν κατὰ τὸν παῖδα τοῦ Ἰακὼβ ἱστορίαν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ ἐξ ἑκάστου τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων μεγίστην καρποῦσθαι τὴν ὠφέλειαν, καὶ μηδὲν ἁπλῶς παρατρέχειν. Θησαυρὸς γάρ ἐστι πνευματικὸς τὰ θεῖα λόγια· καὶ καθάπερ ἀπὸ τοῦ αἰσθητοῦ θησαυροῦ καὶ λίθον ἕνα πολλάκις ὑφελόμενός τις, πολὺν ἑαυτῷ ἐργάζεται τὸν πλοῦτον· οὕτω καὶ ἐνταῦθα αἱ τῶν δικαίων ἀρεταὶ, εἰ προσέχειν βουλοίμεθα, τοσαύτην ἡμῖν τὴν ὠφέλειαν παρέχειν δυνήσονται, ὡς καὶ πρὸς τὸν ὅμοιον αὐτῶν διεγερθῆναι ζῆλον. Οὕτω γὰρ δυνησόμεθα καὶ ἡμεῖς τῆς αὐτῆς τοῖς δικαίοις ἀπολαῦσαι παρὰ τοῦ Θεοῦ εὐνοίας. Οὐδὲ γὰρ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν· ὥστε, εἰ βουλοίμεθα, οὐδὲν τὸ κωλύον τοσαύτης ἢ καὶ πλείονος ἡμᾶς ἀπολαῦσαι τῆς ἄνωθεν ῥοπῆς. Ἐὰν γὰρ μόνον ἡμᾶς ἴδῃ τὰ παρ' ἑαυτῶν εἰσφέροντας, καὶ τὰ αὐτῷ δοκοῦντα προτιμῶντας τῶν ἀνθρωπίνων, τοσαύτην καὶ αὐτὸς ἐπιδείξεται τὴν κηδεμονίαν, ὡς ἐν ἅπασιν ἀχειρώτους ἡμᾶς ἐργάσασθαι. Καὶ γὰρ πολέμιον ἔχομεν διηνεκῆ καὶ ἄσπονδον τὴν πρὸς ἡμᾶς ἔχθραν κεκτημένον. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε περιγενέσθαι αὐτοῦ δυνηθῆναι τῆς μηχανῆς, καὶ ἀνωτέρους καταστῆναι τῶν τούτου βελῶν. Οὐχ ἑτέρως δὲ περιεσόμεθα, ἢ διὰ τῆς ἀρίστης πολιτείας ἐπισπάσασθαι δυνηθέντες τὴν ἄνωθεν συμμαχίαν. Ἀρίστη δέ ἐστι πολιτεία βίος καθαρός. Τοῦτο γὰρ ὁ θεμέλιος καὶ ἡ κρηπὶς τῆς ἀρετῆς· ὁ γὰρ τοῦτον ἀσφαλῶς καταβαλλόμενος εὐκολώτερον τῶν ἄλλων ἁπάντων περιέσεται· οὔτε γὰρ χρημάτων ἐπιθυμία τοῦ τοιούτου περιγενήσεται, οὔτε δόξης ἔρως, οὔτε βασκανία, οὔτε ἕτερόν τι τῶν παθῶν. Καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γάρ τις καθαρὸν ἔχῃ τὸ συνειδὸς, καὶ παντὸς ῥύπου ἀπηλλαγμένον, δυνήσεται καὶ τὸν ἁπάντων Δεσπότην ἔνοικον ἔχειν. Μακάριοι γὰρ οἱ καθαροὶ, φησὶ, τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅταν δὲ ἐκεῖνον ἔνοικον ἔχειν καταξιωθῇ, ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτω λοιπὸν διακείσεται, καὶ πάντων τῶν ἀνθρωπίνων πολλὴν ἐπιδείξεται τὴν ὑπεροψίαν. Ἅπαντα γὰρ τὰ ὁρώμενα σκιὰ καὶ ὄναρ τῷ τοιούτῳ φανεῖται, καὶ καθάπερ ἐν τῷ οὐρανῷ τὸ πολίτευμα ἔχων, οὕτως οὐδενὸς τῶν παρόντων ἐπιθυμήσει. Τοιοῦτος ἦν Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος· διὸ καὶ ἐβόα λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ πάλιν· Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Εἶδες ἄνδρα σῶμα περικείμενον, καὶ ὡς ἐν ἀσωμάτῳ λήξει αὐτὸν τυγχάνοντα, οὕτω πάντα φθεγγόμενον;