Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ Ξʹ Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-60
Not analysed yet
Ὅπερ ἐννοοῦντες, μηδέποτε τῇ ταπεινότητι τῶν λέξεων ἐναπομένωμεν, ἀλλὰ καὶ διὰ τοῦτο θαυμάζωμεν αὐτοῦ τὴν ἄφατον ἀγαθότητα, ὅτι τοσαύτῃ συγκαταβάσει κεχρῆσθαι οὐ παραιτεῖται διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἡμετέρας. Ἀλλ' ὅρα πάλιν τὸν δίκαιον τοῦτον τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενον. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην λιθίνην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ' αὐτοῦ ὁ Θεὸς, καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἔλαιον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ' αὐτοῦ, Βαιθήλ. Σκόπει πῶς ἀεὶ ταῖς προσηγορίαις τῶν τόπων ἄληστον ὁ δίκαιος οὗτος τὴν μνήμην ἐναποτίθεται, ὥστε καὶ ταῖς μετὰ ταῦτα γενεαῖς κατάδηλον γίνεσθαι τὴν αὐτόθι γεγενημένην ὀπτασίαν τῷ δικαίῳ. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδήρ. Προσωτέρω πάλιν ἀναχωρεῖ ὁ δίκαιος, ἐπειγόμενος κατὰ μικρὸν φθάσαι τὸν τόπον, ἔνθα κατῴκει ὁ Ἰσαάκ. Εἶτα φησίν· Ὅτε ἤγγισε τοῦ εἰσελθεῖν εἰς Ἐφραθᾶ ἡ Ῥαχὴλ ἐδυστόκησεν ἐν τῷ τόκῳ. Καὶ ἐγένετο ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· Θάρσει· καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. Μὴ ἀγωνία, φησί· τέξῃ γὰρ υἱόν. Εἰ γὰρ καὶ διακόπτουσί σε αἱ ὠδῖνες, ἀλλ' ὅμως ἕξεις υἱόν. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμίν. Ἐκείνη μὲν ἐκ τοῦ συμβεβηκότος αὐτῇ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, ὁ δὲ πατὴρ Βενιαμὶν αὐτὸν ἐκάλεσε. Καὶ μετὰ τὸ τεκεῖν, φησὶν, Ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ. Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου. Τὴν ἀθυμίαν τὴν ἐπὶ τῇ τελευτῇ τῆς Ῥαχὴλ παρεμυθεῖτο ὁ τεχθεὶς, καὶ παρεσκεύαζε πράως φέρειν τὸν δίκαιον τὴν ἀποβολὴν τῆς Ῥαχήλ. Ἐντεῦθεν λοιπὸν διαδέχεται τοῦ Ῥουβὴν ἡ προπέτεια. Πορευθεὶς γὰρ, φησὶν, ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Καὶ γὰρ ἦν παράνομον σφόδρα τὸ γεγονός. Διὰ τοῦτο καὶ μετὰ ταῦτα νομοθετῶν Μωϋσῆς ἀπηγόρευεν υἱὸν καὶ πατέρα τῇ αὐτῇ ἐπιμίγνυσθαι. Ἵνα γὰρ μὴ ὁδῷ προβαίνοντες συνήθειαν τὸ πρᾶγμα ἐργάσωνται, ὁ νομοθέτης προαναστέλλει, τιμωρίᾳ ὑπεύθυνον εἶναι τὸν τοιοῦτον διαγορεύων. Ἀλλ' ὅμως καὶ οὕτω νῦν μὲν πράως ἔφερεν ὁ Ἰακὼβ τῇ φυσικῇ φιλοστοργίᾳ νικώμενος. Μετὰ δὲ ταῦτα μέλλων ἐξιέναι τοῦ βίου, στηλιτεύει τὸν παῖδα, ἀνάγραπτον αὐτοῦ τὴν παρανομίαν ποιούμενος, καὶ ἀρώμενος αὐτῷ, ἵνα διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων καὶ οἱ εἰς τὸ ἑξῆς σωφρονίζωνται. Ἐντεῦθεν ἡμῖν λοιπὸν ἀπαριθμεῖται τοὺς παῖδας τοῦ Ἰακὼβ ὁ μακάριος Μωϋσῆς, καὶ διδάσκει ἡμᾶς, ἐξ ὧν διηγεῖται, τοῦ δικαίου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃς ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν τὴν συνουσίαν ποιήσασθαι τὴν πρὸς τὴν Ῥαχὴλ καὶ τὴν Λείαν καὶ τὰς δύο παιδίσκας, δεικνὺς ὅτι οἰκονομίᾳ τινὶ ὑπηρετούμενος τῆς πρὸς αὐτὰς ὁμιλίας ἠνέσχετο, καὶ ὥστε τὰς δώδεκα φυλὰς ἐξ αὐτοῦ τεχθῆναι· διά τοι τοῦτο οὐκ ἔτι μνημονεύει ἡ Γραφὴ ὡς ἑτέρου γενομένου αὐτῷ παιδὸς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται. Ἦσαν δὲ, φησὶν, υἱοὶ τοῦ Ἰακὼβ δώδεκα. Καὶ διαιρεῖ λοιπὸν τοὺς τῆς Λείας καὶ Ῥαχὴλ, καὶ τότε καὶ τοὺς τῶν παιδισκῶν ἀπαριθμεῖται, καί φησιν· Οὗτοι υἱοὶ Ἰακὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ. Καὶ μὴν ὁ Βενιαμὶν νῦν ἐτέχθη, ἡνίκα περὶ τὴν Βηθλεὲμ ἔφθασε. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν ἡ Γραφὴ, Οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ; Ἴσως πρὸ τῆς ἐκεῖθεν ἐξόδου ἡ Ῥαχὴλ αὐτὸν συλλαβοῦσα ἐτύγχανε. Καὶ ἦλθε, φησὶν, Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς ἐν ἅπασι πληροφορεῖν ἐβούλετο τοὺς δικαίους ὁ φιλάνθρωπος Θεός. Ἐπειδὴ γὰρ παρεγένετο μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ὁ Ἰακὼβ πρὸς τὸν πατέρα, καὶ μεγίστη γέγονεν ἑκατέροις ἡ παράκλησις, καὶ τῷ παιδὶ ἐκ τῆς τοῦ πατρὸς θέας, καὶ τῷ πατρὶ θεασαμένῳ τοῦ παιδὸς τὴν περιουσίαν, καὶ τὸν χορὸν τῶν ὑπ' αὐτοῦ τεχθέντων. Τότε, φησὶν, ἐτελεύτησεν ὁ Ἰσαὰκ πρεσβύτης, καὶ πλήρης ἡμερῶν. Εἰ γὰρ ἡνίκα τῆς εὐλογίας τὴν κλοπὴν ἐποιεῖτο ὁ Ἰακὼβ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὅθεν καὶ τὰ τῆς ἀπάτης αὐτῷ προεχώρησεν, ἐννόησον μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ὅπως ἦν γεγηρακώς. Καὶ ἔθαψαν αὐτὸν, φησὶν, Ἡσαῦ καὶ Ἰακώβ. Ἀλλὰ λοιπὸν τῆς τελευτῆς τοῦ πατρὸς γενομένης, Λαβὼν, φησὶ, τὰς γυναῖκας αὐτοῦ Ἡσαῦ, καὶ τοὺς υἱοὺς, καὶ πάντας τοὺς αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσατο ἐν γῇ Χαναὰν, ἐπορεύθη. Οὐκ ἠδύνατο γὰρ, φησὶν, ἡ γῆ τῆς παροικήσεως φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων. Καὶ ᾤκησε λοιπὸν ἐν τῷ ὄρει Σηείρ. Καὶ διηγησαμένη ἡμῖν ἡ θεία Γραφὴ τοὺς ἐκ τοῦ Ἡσαῦ τεχθέντας καὶ τὰ ἔθνη τὰ ὑπ' αὐτοῦ γεγενημένα, φησί· Παρῴκησε δὲ Ἰακὼβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χαναάν. Ἀλλ' ἐντεῦθεν λοιπὸν πάλιν διαδέχεται ἡμᾶς ἑτέρα πραγματεία ἡ κατὰ τὸν θαυμάσιον Ἰωσήφ.