Ancient Greek
ΟΜΙΛΙΑ ΙΒʹ Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-10
Not analysed yet
Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, τέως ἐπ' αὐτοῦ τοῦ προκειμένου τὸν λόγον γυμνάσωμεν, καὶ τότε καὶ ἐφ' ἕτερον μεταβησόμεθα. Τοῦτο γὰρ αὐτὸ ἐναντίον ἐστὶ τῇ φύσει τῶν ὑδάτων, τὸ οὕτω βαρὺ σῶμα φέρειν· καὶ τῇ γῇ πάλιν ἐναντίον τὸ ἐπὶ τοιούτῳ θεμελίῳ τὴν ἕδραν ἔχειν. Καὶ τί θαυμάζεις; Κἂν γὰρ ἐφ' ἑκάστου τῶν γενομένων διερευνῆσαι βουληθῇς, εὑρήσεις τοῦ δημιουργήσαντος ἄπειρον τὴν δύναμιν, καὶ ὅτι τῇ οἰκείᾳ βουλήσει ἡνιοχεῖ πάντα τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν γινόμενον· τὸ γὰρ δαπανητικὴν ἔχον ἐνέργειαν, καὶ πάντων περιγινόμενον, καὶ πᾶσαν ὕλην λίθων, καὶ ξύλων, καὶ σωμάτων, καὶ σιδήρου μετ' εὐκολίας καταναλίσκον, ἐπειδὴ προσέταξεν ὁ δημιουργὸς, σωμάτων ἁπαλῶν καὶ φθαρτῶν οὐχ ἥψατο, ἀλλ' ἀβλαβεῖς τοὺς παῖδας διεφύλαττεν ἐν μέσῃ τῇ καμίνῳ. Καὶ μὴ θαυμάσῃς, εἰ τῶν σωμάτων αὐτῶν οὐχ ἥψατο, ἀλλ' εὐταξίαν τοσαύτην ἐπεδείξατο τὸ ἄλογον στοιχεῖον ὅσην οὐδὲ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ ταῖς θριξὶν ἐλυμήνατο, ἀλλ' ἐκύκλου μὲν αὐτοὺς, καὶ εἶχεν ἔνδον· καθάπερ δὲ ὑπακοὴν πληροῦσα ἡ τοῦ πυρὸς οὐσία, καὶ Δεσπότου ἐπιτάγματι ὑπηρετουμένη, ἀκεραίους καὶ ἀβλαβεῖς διεφύλαττε τοὺς θαυμαστοὺς ἐκείνους παῖδας, καὶ ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ βαδίζοντες, μετὰ τοσαύτης ἀδείας ἐπὶ τῆς καμίνου διῆγον. Καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι οὐκ ἦν ἐνέργεια πυρὸς τὸ ὁρώμενον, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης οὐ τὴν ἐνέργειαν αὐτοῦ ἐπέδησεν, ἀλλ' ἀφεὶς μένειν τὴν ἐνέργειαν αὐτοῦ τὴν καυστικὴν, τοὺς ἰδίους θεράποντας ἀνωτέρους τῆς ἐκ τούτου βλάβης εἰργάζετο. Ἀλλ' ἵνα μάθωσι καὶ οἱ ἐμβαλόντες, ὅση τοῦ τῶν ὅλων Θεοῦ ἡ δύναμις, ἐπ' ἐκείνων μὲν τὴν οἰκείαν ἐνέργειαν ἐπεδείκνυτο τὸ πῦρ· καὶ τὸ αὐτὸ ἐκείνους μὲν περιέστελλεν ἔνδον, τούτους δὲ ἔξω ἑστῶτας κατέφλεγε καὶ ἀνήλισκεν. Εἶδες πῶς, ὅταν ὁ Δεσπότης βούληται, ἕκαστον τῶν στοιχείων πρὸς τὴν ἐναντίαν μεθίστησιν οὐσίαν; Δημιουργὸς γάρ ἐστι καὶ Δεσπότης, καὶ πρὸς τὸ οἰκεῖον θέλημα ἅπαντα οἰκονομεῖ. Βούλεσθε καὶ ἐπὶ τῶν ὑδάτων πάλιν ἰδεῖν τὸ αὐτὸ τοῦτο γινόμενον; Καθάπερ γὰρ ἐνταῦθα τὸ πῦρ τῶν μὲν ἔνδον ὄντων ἀπέσχετο, καὶ ἐπελάθετο τῆς οἰκείας ἐνεργείας, ἐπὶ δὲ τῶν ἔξω τυγχανόντων τὰ ἑαυτοῦ ἐπλήρου, οὕτω καὶ τὰ ὕδατα ὀψόμεθα τοὺς μὲν ὑποβρυχίους ἐργαζόμενα, ἑτέροις δὲ ὑποχωροῦντα, ὥστε ἀβλαβῶς αὐτοὺς διελθεῖν. Ἀναμνήσθητέ μοι νῦν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων, καὶ τοῦ δήμου τῶν Ἑβραίων, ὅπως ἐκεῖνοι μὲν διὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, τοῦ μεγάλου Μωϋσέως προηγουμένου, καθάπερ ἐπὶ ξηρᾶς, οὕτω διέβαινον διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς· οἱ δὲ Αἰγύπτιοι μετὰ τοῦ Φαραὼ τὴν αὐτὴν αὐτοῖς ἐλθεῖν ὁδὸν βουληθέντες, ὑποβρύχιοι γενόμενοι κατεποντίζοντο. Οὕτως οἶδε καὶ τὰ στοιχεῖα αἰδεῖσθαι τοὺς τοῦ Δεσπότου θεράποντας, καὶ τὴν οἰκείαν ὁρμὴν ἔσω κατέχειν. Ἀκούσωμεν ὅσοι θυμώδεις, ὅσοι ὀργίλοι, ὅσοι ὑπὸ τῶν ἄλλων παθῶν διὰ ῥᾳθυμίαν ἁλισκόμενοι τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν, καὶ μιμησώμεθα τῶν ἀλόγων τούτων στοιχείων τὴν τοσαύτην ὑπακοὴν, ἡμεῖς οἱ λόγῳ τετιμημένοι. Εἰ γὰρ τὸ πῦρ, τὸ οὕτω δαπανητικὸν, τὸ οὕτω σφοδρὸν, σωμάτων φθαρτῶν καὶ οὕτως ἁπαλῶν ἀπέσχετο, ποίας ἂν τύχῃ συγγνώμης ἄνθρωπος, μὴ βουλόμενος τὸν ἑαυτοῦ χαλινῶσαι θυμὸν διὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου, καὶ τὴν ὀργὴν τὴν πρὸς τὸν πλησίον ἐκβαλεῖν; Καὶ τὸ δὴ μεῖζον, ὅτι πῦρ ταύτην ἔχον τὴν οὐσίαν, τὸ καίειν λέγω, τὴν οἰκείαν ἐνέργειαν οὐκ ἐπεδείξατο, ὁ δὲ ἄνθρωπος, τὸ ἥμερον ζῶον, τὸ λογικὸν, τὸ ἐπιεικὲς, τὰ ἐναντία τῇ οἰκείᾳ φύσει διαπράττεται, καὶ διὰ ῥᾳθυμίαν εἰς τὴν τῶν θηρίων ὠμότητα ἑαυτὸν ἐξάγει. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ πρὸς τὰ πάθη τὰ ἐνοχλοῦντα οὕτω καὶ τὰς τῶν ἀλόγων προσηγορίας, πολλαχοῦ δὲ καὶ τῶν θηρίων τοῖς λόγῳ τετιμημένοις· ἐπιτίθησι· ποτὲ μὲν κύνας καλοῦσα διὰ τὸ ἀναίσχυντον καὶ ἰταμόν· Κύνες γὰρ, φησὶν, ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν· ποτὲ δὲ ἵππους διὰ τὸ λάγνον· Ἵπποι γὰρ θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντες· ποτὲ δὲ ὄνους, διὰ τὴν ἀγνωμοσύνην καὶ τὴν ἄνοιαν· Παρασυνεβλήθη γὰρ, φησὶ, τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ποτὲ δὲ λέοντας καὶ παρδάλεις, διὰ τὸ ἁρπακτικὸν καὶ πλεονεκτικόν· ποτὲ δὲ ἀσπίδας, διὰ τὸ δολερόν· Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ποτὲ δὲ ὄφεις καὶ ἔχεις, διὰ τὸν ἰὸν καὶ τὴν πονηρίαν, καθὼς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ἕτερα δὲ κατάλληλα τοῖς πάθεσιν ὀνόματα ἐπάγει, ἵνα κἂν οὕτως αἰδεσθέντες ὀψέ ποτε πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωσι, καὶ σπείσωνται πρὸς τὸ ὁμογενὲς, καὶ τοὺς τοῦ Θεοῦ νόμους προτιμοτέρους ἡγήσωνται τῶν οἰκείων παθῶν, οἷς διὰ ῥᾳθυμίαν ἑαυτοὺς ἐκδεδώκασιν.