Ancient Greek
ΟΜΙΛΙΑ ΙΒʹ Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-12
Not analysed yet
Ἀλλ' οὐκ οἶδα, πῶς ὑπὸ τῆς τοῦ λόγου ῥύμης εἰς ταῦτα ἐξέβημεν. Φέρε δὴ λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον, καὶ ἴδωμεν τί καὶ ἕτερον σήμερον ἡμᾶς διδάξαι βούλεται ὁ μακάριος οὗτος προφήτης. Εἰπὼν γὰρ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, προϊὼν διηγεῖται ἡμῖν πάλιν ἀκριβέστερον τὴν τοῦ ἀνθρώπου δημιουργίαν. Καὶ ἐπειδὴ ἀνωτέρω συντόμως εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, νῦν φησι, Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Μέγα τὸ εἰρημένον, καὶ πολλῆς ἐκπλήξεως γέμον, καὶ ὑπερβαῖνον διάνοιαν ἀνθρωπίνην· Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς. Ὥσπερ ἐπὶ τῶν κτισμάτων τῶν ὁρωμένων ἁπάντων ἔλεγον, ὅτι ἀπεναντίας τῇ φύσει τῇ ἀνθρωπίνῃ ἅπαντα διαπράττεται ὁ τῶν ὅλων δημιουργὸς, ἵνα καὶ διὰ τούτου ἡ ἄφατος αὐτοῦ δύναμις δειχθῇ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως εὑρήσομεν νῦν γεγονός. Ὅρα γὰρ, τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν, ὅπερ οὐ χωρεῖ δέξασθαι λογισμὸς ἀνθρώπινος ἄνευ πίστεως, καὶ τὰς οὐσίας δὲ πάσας ἐπειδὰν βουληθῇ, καθάπερ ἀπεδείξαμεν, ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ παρασκευάζει διαπράττεσθαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πλάσεως τοῦ ἀνθρώπου νῦν ἡμῖν ἐμφαίνει γεγονὸς ἡ θεία Γραφή. Ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών. Τί λέγεις; Χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον; Ναὶ, φησὶ, καὶ οὐχ ἁπλῶς εἶπε γῆν, ἀλλὰ, Χοῦν, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς γῆς τὸ λεπτότερον καὶ ἀτιμότερον. Μέγα σοι καὶ παράδοξον εἶναι δοκεῖ τὸ εἰρημένον· ἀλλ' ἐὰν νοήσῃς τίς ὁ δημιουργὸς, οὐκέτι ἀπιστήσεις τῷ γινομένῳ, ἀλλὰ θαυμάσεις καὶ προσκυνήσεις τοῦ δημιουργοῦντος τὴν δύναμιν. Ἐὰν δὲ μέλλῃς πρὸς τὴν ἀσθένειαν τῶν σῶν λογισμῶν ταῦτα περιεργάζεσθαι, εἰκός γε κἀκεῖνό σε εἰς ἔννοιαν λαβεῖν, ὅτι ἀπὸ γῆς σῶμα οὐκ ἂν γένοιτό ποτε, ἀλλ' ἢ πλίνθος, ἢ ὄστρακον, σῶμα δὲ τοιοῦτον οὐκ ἂν γένοιτο. Ὁρᾷς ὅτι ἐὰν μὴ καὶ δύναμιν εἰς ἔννοιαν λάβωμεν τοῦ δημιουργοῦντος, καὶ τοὺς οἰκείους λογισμοὺς τοὺς πολλὴν τὴν ἀσθένειαν προβεβλημένους κατευνάσωμεν, οὐ δυνάμεθα τῶν εἰρημένων τὸ ὕψος δέξασθαι; Τῶν γὰρ τῆς πίστεως ὀφθαλμῶν δεῖται τὰ λεγόμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς συγκαταβάσεως καὶ διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν οὕτω ῥηθέντα. Καὶ αὐτὸ γὰρ τὸ εἰπεῖν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν, ἀνάξιον Θεοῦ· ἀλλὰ δι' ἡμᾶς καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον οὕτω ταῦτα διηγεῖται ἡ θεία Γραφὴ, ἡμῖν συγκαταβαίνουσα, ἵνα ταύτης ἀξιωθέντες τῆς συγκαταβάσεως, ἀνελθεῖν πρὸς τὸ ὕψος ἐκεῖνο ἰσχύσωμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς Τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. Ὅταν γὰρ ἐννοήσωμεν, πόθεν ἔσχε τὴν ἀρχὴν τῆς συστάσεως ἡ φύσις ἡ ἡμετέρα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσωμεν, συστελλόμεθα, ταπεινούμεθα, τὴν οὐσίαν ἑαυτῶν ἀναλογιζόμενοι, μετριάζειν παιδευόμεθα. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς, κηδόμενος ἡμῶν τῆς σωτηρίας, οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν πρὸς τὴν ἡμετέραν διδασκαλίαν. Ἐπειδὴ γὰρ εἶπε προλαβοῦσα ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, καὶ τὴν ἀρχὴν αὐτῷ πᾶσαν παρέδωκε τῶν ὁρωμένων, μὴ ἀγνοῶν τῆς οἰκείας οὐσίας τὴν σύστασιν μεγάλα φαντασθῇ, καὶ ὑπερβῇ τοὺς οἰκείους ὅρους· διὰ τοῦτο ἐπαναλαμβάνουσα διδάσκει καὶ τὸν τρόπον τῆς συστάσεως, καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καὶ ὅθεν ὁ πρῶτος ἄνθρωπος παρήχθη, καὶ πῶς παρήχθη. Εἰ γὰρ καὶ μετὰ ταύτην τὴν διδασκαλίαν, καὶ μετὰ τὸ γνῶναι, ὅτι ἀπὸ τῆς γῆς ἔχει τὴν ἀρχὴν τῆς συστάσεως, ἐξ ἧς τὰ σπέρματα, ἐξ ἧς τὰ ἄλογα ζῶα, εἰ καὶ ἡ διάπλασις, καὶ τῆς ψυχῆς ἡ οὐσία ἡ ἀσώματος πολλὴν αὐτῷ τὴν προεδρίαν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κεχάρισται· διὰ γὰρ ταύτην καὶ τὸ λογικὸς εἶναι, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἐδέξατο· εἰ τοίνυν καὶ ταῦτα μαθὼν, διὰ τὴν παρὰ τοῦ ὄφεως ἀπάτην ἰσοθεΐαν ἐφαντάσθη ὁ ἐκ γῆς πλασθείς· εἰ τῇ πρώτῃ διηγήσει ἠρκέσθη ὁ μακάριος οὗτος προφήτης, καὶ μὴ ἐπαναλαβὼν πάντα μετὰ ἀκριβείας ἡμᾶς ἐδίδαξε, ποῦ οὐκ ἂν μανίας ἐξωκείλαμεν;