Ancient Greek
ΟΜΙΛΙΑ ΙΘʹ Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-17
Not analysed yet
Ὁρᾷς τῆς κατάρας τὴν διαφορὰν, ἀγαπητέ; Μὴ ἁπλῶς παραδράμῃς, ἀλλ' ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐννόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦτο τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συνιδεῖν. Ἐκεῖ μὲν γάρ φησιν, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· Ἐπικατάρατος γὰρ, φησὶ, σὺ ἀπὸ τῆς γῆς. Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργάσατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητότητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφὸν, καὶ εἰς τὸ πεδίον ἐξαγαγὼν, τὴν δεξιὰν ὥπλισε κατ' αὐτοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰργάσατο. Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκανίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεασάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Διό φησι πρὸς αὐτόν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. Κατηραμένος ἔσῃ, φησὶ, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ, Ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησὶ, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεία Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως. Τὸν μὲν πόνον, φησὶν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖσαν· οὐ καρπώσῃ δέ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ' ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσεται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησὶ, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτίθημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ' ἵνα καὶ πάντες οἱ εἰς σὲ βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοιαῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σὲ τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διά τοι τοῦτο οὐδὲ σύντομόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονὸς, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθῃς οἷα ἐτόλμησας. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν, ἐὰν βουλώμεθα προσέχειν. Καὶ εἶπε Κάϊν, Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἰδοὺ ὁμολογία ἀπηρτισμένη. Τοιοῦτον γάρ ἐστι, φησὶ, τὸ ἁμάρτημα τὸ παρ' ἐμοῦ γεγονὸς, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδοὺ, φησὶν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ' οὐδὲν τὸ κέρδος, ἀγαπητέ· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἦν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ' οὐδεμίαν ἕξει τὴν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ. Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι καιρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ' αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυτοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι.