Ancient Greek
ΟΜΙΛΙΑ ΙΘʹ Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-19
Not analysed yet
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσπεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δὲ, μετὰ τὴν ἀπόφασιν, μετὰ τὸ λαβεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει. Διὸ καὶ ὁ προφήτης ἔλεγε· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γάρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾖ, νικῶν αὐτοῦ τὴν φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετάνοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἱκανὴ ἐξομολόγησις, ἀλλ' ἄκαιρος. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Εἰ τῇ γῇ, φησὶν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτός με ἀπεστράφης, καὶ τοσαύτῃ τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλύον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σοῦ ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι. Εὐεπιχείρητος, φησὶν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, παρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμῆσαι. Τί οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης; Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Μὴ νομίσῃς, φησὶ, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς σῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκαλον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τί πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πόθον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελθεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τί ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀλλὰ πάλιν δέδοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην καταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομισθείημεν. Ἀλλ' εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ διαλύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Τοῦτο δέδοικας, φησὶ, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει· διά τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις καταστῆσαι.