Ancient Greek
ΟΜΙΛΙΑ Κϛʹ Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-24
Not analysed yet
Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβασιν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεός. Θεοπρεπῶς νοῶμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρηται. Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλαβόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις· νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὑψούμενον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγχανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε. Τί ἐστιν, Ἐμνήσθη; ᾬκτειρε, φησὶν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γάρ μοι ποίους ἀνεκίνει καθ' ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατεφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν ἰδεῖν τὰ γεγενημένα, ἀλλ' ἐγκεκλεισμένος, καὶ οὐ δυνάμενός ποθεν τῇ ὄψει ὑποβαλεῖν τὰ κατειληφότα δεινὰ, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρύτερα καθ' ἑκάστην ἀνελογίζετο. Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυμίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ' ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεὸν, δι' ἣν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπῄσθετο τῶν λυπηρῶν. Ἐπεὶ οὖν τὰ παρ' ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ' ἐπειδὴ προλαβοῦσα ἡ θεία Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος, Εἴσελθε εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τοῦτο νῦν φησι· Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, τοῦτ' ἔστι, τῆς μαρτυρίας, ἢν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυμήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν παρ' ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμόν τινα ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεία Γραφή· Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ' ἐκείνων καὶ τὴν τῶν ἀλόγων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμὴν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρπετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Μνησθεὶς, φησὶ, τοῦ Νῶε, καὶ τῶν μετ' αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φορὰν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν καταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ τοῦ ἀέρος τὴν ἀναπνοήν. Καὶ ἐπήγαγεν ὁ Θεὸς, φησὶ, πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ. Ὅρα πῶς ἀνθρωπίνως ἡμῖν ἅπαντα διαλέγεται. Ἐπεκαλύφθησαν, γὰρ, φησὶν, αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέγουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας. Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο; Τίς ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τί οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα.