Ancient Greek
ΟΜΙΛΙΑ Κϛʹ Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-26
Not analysed yet
Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φορὰν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. Καὶ ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνός. Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησιν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν, πῶς διήρκεσεν ἐν τοσούτοις μησὶ καθάπερ ἐν σκότῳ κατακεκλεισμένος. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰς τεσσαράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι' ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι' ἐκείνου μαθεῖν βουλόμενος, εἴ τινα ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· Καὶ ἐξελθὼν, φησὶν, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τὸ, Ἕως, προσέθηκεν ἡ θεία Γραφή· ἀλλ' ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἄν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγαγεῖν εἰς μέσον· ἀλλ' ἵνα μὴ πάντα παρ' ἡμῶν μανθάνοντες ῥᾳθυμότεροι γίνησθε. ὑμῖν καταλιμπάνομεν διερευνᾶσθαι τὴν Γραφὴν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τούτοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν ὑδάτων ἀκάθαρτον ὂν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατάλληλον εὑρὸν ἑαυτῷ τροφὴν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρηστῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μικράν τινα παραμυθίαν, ὑπέστρεψεν ἄν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστερὰν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, καὶ οὐκ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἢ σπέρματα· τῶν γὰρ καθαρῶν τυγχάνει. Καὶ ἀπέστειλε τὴν περιστερὰν, φησὶ, παρ' αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφὴ, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησιν, ὅτι οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐχ εὑροῦσα ἀνάπαυσιν, ἀλλὰ, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, ἀλλ' ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὐταὶ τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἢ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερὰ, οὐδὲ τροφὴν κατάλληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά. Καὶ ἐκτείνας, φησὶ, τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Εἶδες πόση τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελθοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ μικρὰν μακροθυμίαν ἐνδείξασθαι; Διὸ, Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς. Οὐχ ἁπλῶς ἐνταῦθα οὐδὲ εἰκῇ κεῖται τὸ, Πρὸς ἑσπέραν, ἀλλ' ἵνα μάθωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας. Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν ἐπιζητοῦν· διά τοι τοῦτο καὶ ὑπέστρεψε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δικαίῳ. Ἀλλ' ἴσως ἄν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονομίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον· ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλές ἐστι, καὶ εἰκὸς, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Ὅρα διὰ πάντων τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερούσης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Καὶ ἐγένετο, φησὶ, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.