Ancient Greek
ΟΜΙΛΙΑ ΛΑʹ Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-29
Not analysed yet
Ἀλλ' ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, εἰ δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. Καὶ ἔλαβε, φησὶ, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν. Μετὰ ἀκριβείας, προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς εἰρημένοις. Τοῦ γὰρ μακαρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος, ὅτι Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ· ὁ μακάριος Στέφανος ἐγκωμιάζων τοὺς Ἰουδαίους φησίν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥὰν, κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτόν. Τί οὖν ἐστιν; ἐναντιοῦται ἑαυτῇ ἡ θεία Γραφή; Μὴ γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει, ὅτι θεοφιλοῦς ὄντος τοῦ παιδὸς, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσέταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ Θάῤῥα ὁ τούτου πατὴρ, εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ' ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρου κοινωνῆσαι αὐτῷ κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤῥὰν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὸν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύτησε. Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτὴν, φησὶ, Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἕκαστον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον. Μὴ γὰρ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον, ἀλλ' ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος ὁ ὄγκος. Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Κατάλιπε, φησὶ, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερσὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βούλεται μεταστῆσαι ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγματος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐννόησόν μοι, ἀγαπητὲ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἢ συνηθείᾳ κατεχομένης. Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέβειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι, ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἢ τῶν τόπων μεταστῆναι, ἔνθα πρότερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυχόντων μόνον ἀνδρῶν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυγόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχερᾶναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησὶ, καὶ κατάλιπε τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικὸν, καὶ Δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον, οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευσθεὶς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἄν· Ἔστω· κελεύεις με καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν τόπον, ἔνθα ἀφικέσθαι με προστάττεις, δῆλον ποιεῖς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὸ μέγεθος; Πόθεν γάρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύτης, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ' ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτεταγμένων μέγεθος ἀπιδὼν, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι τῷ Θεῷ, καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐτὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατέλυσαν οἱ γονεῖς.