Ancient Greek
ΟΜΙΛΙΑ ΛΑʹ Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-31
Not analysed yet
Εἰκὸς τοίνυν ἦν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἦν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιᾶς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, δι' ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ῥᾴδια φαίνεσθαι ἐποίει τὸ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ' ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ, λέγων, τοιαύτῃ, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ' ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόντων μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσομαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν συμβῇ με καταλῦσαι τὸν βίον, τί τὸ ὄφελος τῆς τοιαύτης ταλαιπωρίας; τίς με περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γείτονας παρακαλέσει συμπάθειάν τινα ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πληρώσει. Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωὴν, καθεζόμενον ἐνταῦθα καταλῦσαί με τὸν βίον, ἢ μετὰ γῆρας ὧδε κἀκεῖσε περιέλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισάμενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτάγματι. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι ἱκανὸν ἦν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε. Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἦν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐργάσασθαι. Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἦν, ὅτι Τίνος ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις, καὶ τὴν ἀλλοτρίαν με καταλαβεῖν κελεύεις; Διὰ τί γάρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; διὰ τί ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς εἰ συμβαίη με, πρὶν ἢ φθάσαι εἰς τὸν τόπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τί μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων; Ἀλλ' οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτάγματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἐπείθετο, καὶ πεπληροφορημένος ἐτύγχανεν, ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγελίαι· Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος. Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου. Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητὲ, ταυτολογίαν εἶναι τὸ εἰρημένον τὸ, Καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησὶν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν. Ἔσῃ γὰρ εὐλογημένος, ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σὲ οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾗ καταστήσειν αὐτὸν ἔμελλε. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν τούτου συγγένειαν ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· Τέκνα τοῦ Ἀβραάμ ἐσμεν. Ἀλλ' ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχάνουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστὸς, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδοντες, ἔλεγε πρὸς αὐτούς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἦν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ' εὐκολίας κατεδέχετο. Καὶ εὐλογήσω, φησὶ, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τεκμήριον. Ἐκείνους, φησὶ, φίλους ποιήσομαι, τοὺς πρὸς σὲ γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθροὺς, τοὺς ἐναντίως πρὸς σὲ ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς. Μεγίστη οὖν, ἀγαπητὲ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔνοια. Ἐκείνους, φησὶν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γὰρ, φησὶν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ σῷ ὀνόματι ἐνευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγορίας σεμνότερα τὰ καθ' ἑαυτοὺς ἐγκαταστήσουσιν.